Textus Originalis
X 1. 2. 3. 195
λεως σχεδὸν ὅλης ἐπ᾿ αὐτὸν ἐπιστρεφούσης καθ᾿ ἡμέραν ὡσπερεὶ πρός τινος θεοῦ παρουσίαν ἅπαν- τας συντρέχειν ἐπὶ τὴν ἀκρόασιν. οὐ μόνον δὲ 3 περὶ τὴν ἐν τῷ λέγειν δύναμιν ἐφαίνετο μέγας, ἀλλὰ καὶ ψυχῆς ἐνέφαινεν ἦθος κατεσταλμένον καὶ πρὸς 5 μίμησιν βίου σώφρονος τοῖς νέοις θαυμαστὸν ἀρ- χέτυπον, καὶ τοὺς ἐντυγχάνοντας ἀπέτρεπεν ἀπὸ τῆς πολυτελείας καὶ τρυφῆς, ἁπάντων διὰ τὴν εὐ- πορίαν ἀνέδην ἐκκεχυμένων εἰς ἄνεσιν καὶ διαφθο- ρὰν ἀγεννῆ τοῦ σώματος καὶ τῆς ψυχῆς. 10 Ὅτι Πυθαγόρας πυθόμενος Φερεκύδην τὸν ἐπι- 4 στάτην αὐτοῦ γεγενημένον ἐν Δήλῳ νοσεῖν καὶ τε- λέως ἐσχάτως ἔχειν, ἔπλευσεν ἐκ τῆς Ἰταλίας εἰς τὴν Δῆλον. ἐκεῖ δὲ χρόνον ἱκανὸν τὸν ἄνδρα γη- ροτροφήσας, πᾶσαν εἰσηνέγκατο σπουδὴν ὥστε τὸν 15 πρεσβύτην ἐκ τῆς νόσου διασῶσαι. κατισχυθέντος δὲ τοῦ Φερεκύδου διὰ τὸ γῆρας καὶ διὰ τὸ μέγεθος τῆς νόσου, περιέστειλεν αὐτὸν κηδεμονικῶς, καὶ τῶν νομιζομένων ἀξιώσας ὡσανεί τις υἱὸς πατέρα πάλιν ἐπανῆλθεν εἰς τὴν Ἰταλίαν. 20 Ὅτι ἐπειδάν τινες τῶν συνήθων ἐκ τῆς οὐσίας 5 ἐκπέσοιεν, διῃροῦντο τὰ χρήματα αὐτῶν ὡς πρὸς ἀδελφούς. οὐ μόνον δὲ πρὸς τοὺς καθ᾿ ἡμέραν συμβιοῦντας τῶν γνωρίμων τοιαύτην εἶχον τὴν διά- θεσιν, ἀλλὰ καθόλου πρὸς πάντας τοὺς τῶν πραγ- 25 μάτων τούτων μετασχόντας.
3 συντρέχοντας cod. Peiresc. 9 ἀνέδην Peir., om. v. 10 τῆς add. Herw. 12 τελέως del. Cobet 16 κατισχυ- σαντος v., corr. Reiske 21 ἐπειδὴ Dind. 25 πραγμά- των] προσταγμάτων Wess., δογμάτων Wurm