Textus Originalis

196 DIODORI SICULI

Ὅτι Κλεινίας, Ταραντῖνος τὸ γένος, εἷς δὲ τῶν 4 ἐκ τοῦ προειρημένου συστήματος ὤν, πυθόμενος Πρῶρον τὸν Κυρηναῖον διά τινα πολιτικὴν περί- στασιν ἀπολωλεκότα τὴν οὐσίαν καὶ τελέως ἀπο- ρούμενον, ἐξεδήμησεν ἐκ τῆς Ἰταλίας εἰς Κυρήνην 5 μετὰ χρημάτων ἱκανῶν, καὶ τὴν οὐσίαν ἀποκατέ- στησε τῷ προειρημένῳ, οὐδέποτε τοῦτον ἑωρακώς, ἀκούων δὲ μόνον ὅτι Πυθαγόρειος ἦν. καὶ ἄλλοι 2 δὲ πολλοὶ τὸ παραπλήσιον πεποιηκότες διαμνημο- νεύονται. οὐ μόνον δὲ ἐν τῇ τῶν χρημάτων ἐπι- 10 δόσει τοιούτους αὑτοὺς παρείχοντο τοῖς γνωρίμοις, ἀλλὰ καὶ κατὰ τοὺς ἐπισφαλεστάτους καιροὺς συν- εκινδύνευον. καὶ γὰρ Διονυσίου τυραννοῦντος Φιν- 3 τίας τις Πυθαγόρειος ἐπιβεβουλευκὼς τῷ τυράννῳ, μέλλων δὲ τῆς τιμωρίας τυγχάνειν, ᾐτήσατο παρὰ 15 τοῦ Διονυσίου χρόνον εἰς τὸ περὶ τῶν ἰδίων πρό- τερον ἃ βούλεται διοικῆσαι· δώσειν δ᾿ ἔφησεν ἐγ- γυητὴν τοῦ θανάτου τῶν φίλων ἕνα. τοῦ δὲ δυ- 4 νάστου θαυμάσαντος, εἰ τοιοῦτός ἐστι φίλος ὃς ἑαυτὸν εἰς τὴν εἱρκτὴν ἀντ᾿ ἐκείνου παραδώσει, 20 προεκαλέσατό τινα τῶν γνωρίμων ὁ Φιντίας, Δά- μωνα ὄνομα, Πυθαγόρειον φιλόσοφων, ὃς οὐδὲ δι- στάσας ἔγγυος εὐθὺς ἐγενήθη τοῦ θανάτου. τινὲς 5 μὲν οὖν ἐπῄνουν τὴν ὑπερβολὴν τῆς πρὸς τοὺς φί- λους εὐνοίας, τινὲς δὲ τοῦ ἐγγύου προπέτειαν καὶ 25 μανίαν κατεγίνωσκον. πρὸς δὲ τὴν τεταγμένην ὥραν

1 Κλινίας v. 13 — p. 197, 9 reddit etiam cod. Pat- mius 6 (f. 13) saec. X, sed neglegenter 19 ἐστι] τις add. Patm. 21 προσεκαλέσατο Peir. et Patm. 22 οὐδὲν Reiske, οὐ Patm.