Textus Originalis

198 DIODORI SICULI

οφαγίαν ὡς ἀποτρόπαιον ἡγεῖτο, πάντων τῶν ζῴων τὰς ψυχὰς μετὰ θάνατον εἰς ἕτερα ζῷα λέγων εἰσ- έρχεσθαι. καὶ αὐτὸς δὲ ἑαυτὸν ἔφασκεν ἐπὶ τῶν Τρωικῶν χρόνων μεμνῆσθαι γεγενημένον Εὔφορ- βον τὸν Πάνθου μὲν υἱόν, ἀναιρεθέντα δὲ ὑπὸ 5 Μενελάου. 2 Ὅτι φασὶν αὐτὸν ἐν Ἄργει ποτὲ παρεπιδημή- σαντα καὶ θεασάμενον τῶν Τρωικῶν σκύλων ἀσπίδα προσηλωμένην δακρύειν. ἐρωτηθέντα δὲ ὑπὸ τῶν Ἀργείων τὴν τοῦ πάθους αἰτίαν εἰπεῖν, ὅτι τὴν 10 ἀσπίδα ταύτην εἶχεν αὐτὸς ἐν Τροίᾳ γεγονὼς Εὔ- 3 φορβος. ἀπίστως δὲ διακειμένων καὶ μανίαν αὐτοῦ καταγινωσκόντων, σημεῖον ἐρεῖν ἔφησεν ἀληθὲς τοῦ ταῦθ᾿ οὕτως ἔχειν· ἐκ τοῦ γὰρ ἐντὸς μέρους ἐπιγε- γράφθαι τὴν ἀσπίδα γράμμασιν ἀρχαίοις ΕΥΦΟΡΒΟΥ. 15 πάντων δὲ διὰ τὸ παράδοξον εἰπόντων καθελεῖν τὴν εἰκόνα, συνέβη τὴν ἐπιγραφὴν εὑρεθῆναι. 4 Ὅτι Καλλίμαχος εἶπε περὶ Πυθαγόρου, διότι τῶν ἐν γεωμετρίᾳ προβλημάτων τὰ μὲν εὗρε, τὰ δὲ ἐκ τῆς Αἰγύπτου πρῶτος εἰς τοὺς Ἕλληνας ἤνεγκεν, 20 ἐν οἷς λέγει ὅτι ἐξεῦρε Φρὺξ Εὔφορβος, ὅστις ἀνθρώποις τρίγωνά τε σκαληνὰ καὶ κύκλων ἑπτὰ μήκη . . . . δίδαξε νηστεύειν τῶν ἐμπνεόντων· οἱ δ᾿ ἄρ᾿ οὐχ ὑπήκουσαν 25 πάντες. 7 Ὅτι παρεκάλει τὴν λιτότητα ζηλοῦν· τὴν γὰρ

13 ἐρεῖν Dind., εὑρεῖν v. 17 τὴν εἰκόνα] αὐτήν, ἐν- τὸς Wurm 23 τε Dind., καὶ v., τὰ Wurm κύκλον ἑπταμήκη δίδαξε codex 25 οἱ δ᾿ ἄρ᾿ οὐχ Niebuhr, οἵ τάδ᾿ οὐδ᾿ cod.