Textus Originalis

X 6. 7. 8. 199

πολυτέλειαν ἅμα τάς τε οὐσίας τῶν ἀνθρώπων δια- φθείρειν καὶ τὰ σώματα. τῶν γὰρ νόσων τῶν πλεί- στων ἐξ ὠμότητος γινομένων, αὐτὴν ταύτην ἐκ τῆς πολυτελείας γίνεσθαι. πολλοὺς δὲ ἔπειθεν ἀπύροις 2 σιτίοις χρῆσθαι καὶ ὑδροποσίαις πάντα τὸν βίον 5 ἕνεκεν τοῦ τἀγαθὰ θηρᾶσθαι τὰ κατὰ ἀλήθειαν. τῶν δὲ καθ᾿ ἡμᾶς εἴ τις ὑπαγορεύσειεν ἢ ἑνὸς ἢ δυεῖν ἀπέχεσθαι τῶν ἡδέων εἶναι δοκούντων ἐπ᾿ ὀλίγας ἡμέρας, ἀπείπαιντ᾿ ἂν τὴν φιλοσοφίαν, φή- σαντες εὔηθες ὑπάρχειν τἀφανὲς ἀγαθὸν ζητεῖν 10 ἀφέντα τὸ φανερόν. κἂν μὲν δέῃ δημοκοπεῖν ἢ 3 πολυπραγμονεῖν περὶ τῶν ἀλλοτρίων, σχολάζουσι καὶ ὑπ᾿ οὐδενὸς ἐμποδίζονται· ἐὰν δὲ γίνεσθαι δέῃ περὶ παιδείαν καὶ τὴν τῶν ἠθῶν ἐπισκευήν, ἀκαι- ρεῖν φασιν, ὥστε ἀσχολεῖσθαι μὲν εὐσχολοῦντας, 15 σχολὴν δ᾿ ἄγειν οὐ σχολάζοντας. Ὅτι φασὶ τὸν Ταραντῖνον Ἀρχύταν τὸν ὄντα 4 Πυθαγόρειον ἐπὶ μεγάλοις ἀδικήμασιν οἰκέταις ὀρ- γισθῆναι, καὶ κατεξαναστάντα τοῦ πάθους εἰπεῖν, ὡς οὐκ ἂν ἐγενήθησαν ἀθῷοι τηλικαῦτα ἁμαρτή- 20 σαντες, εἰ μὴ ἔτυχεν ὀργιζόμενος. Ὅτι οἱ Πυθαγόρειοι μεγίστην ἐποιοῦντο πρόνοιαν 8 τῆς πρὸς τοὺς φίλους βεβαιότητος, τὴν τῶν φίλων εὔνοιαν ἀξιολογώτατον ἀγαθὸν εἶναι τῶν ἐν τῷ βίῳ διειληφότες. 25 Ὅτι μέγιστον ἄν τις ἡγήσαιτο καὶ μάλιστα θαυ- 2 μάσαι τὸ αἴτιον τῆς πρὸς τοὺς φίλους εὐνοίας. τί- νες γάρ ποτε ἦσαν ἐθισμοὶ ἢ τίς τρόπος ἐπιτηδευ-

6 τἀγαθὰ Dind., ταῦτα cod. 7 ὑπαγορεύσειεν*] ἀπα- γορεύσειεν v. 9 ἀπείπαιντ᾿ ἂν Wurm, ἀπεῖπον v.