Textus Originalis
X 33. 34. 219
τῶν ἀνθρώπων οὐκ ὀκνοῦσιν ἀποθνήσκειν· μισθὸς γάρ ἐστιν ἡ δόξα μείζων ἀργυρίου. — παραλαμβά- 8 νουσι γὰρ οἱ Σπαρτιᾶται παρὰ τῶν πατέρων οὐχ ὥσπερ οἱ λοιποὶ πλοῦτον, ἀλλὰ προθύμως τελευτᾶν 5 περὶ τῆς ἐλευθερίας, ὥστε πάντα τὰ κατὰ τὸν βίον ἀγαθὰ δεύτερα τίθεσθαι τῆς δόξης. Μὴ τῶν ξενικῶν δυνάμεων ἐπιθυμοῦντες τὰς 9 πολιτικὰς ἀποβάλλωμεν καὶ τῶν ἀδήλων ὀρεγόμενοι τῶν φανερῶν μὴ κυριεύωμεν. — οὔ φημι καταπε- 10 10 πλῆχθαι τὸ μέγεθος τῆς τῶν Περσῶν στρατιᾶς· ἀρετῇ γὰρ ὁ πόλεμος, οὐ πλήθει βραβεύεται. — παρειλήφασι γὰρ ὑπὸ τῶν πατέρων ζῆν μὲν ἑαυτοῖς, 11 τελευτᾶν δ᾿ ὅταν χρεία ταῖς πατρίσιν ἐπῇ. — τί φο- 12 βηθῶμεν τὸν χρυσὸν ᾧ κεκοσμημένοι βαδίζουσιν 15 εἰς τὰς μάχας ὡς γυναῖκες εἰς τοὺς γάμους, ὥστε τὴν νίκην μὴ μόνον ἔπαθλον ἔχειν δόξαν, ἀλλὰ καὶ πλοῦτον; οὐ φοβεῖται γὰρ ἡ ἀρετὴ χρυσόν, ὃν ὁ σίδηρος εἴωθεν ἄγειν αἰχμάλωτον, ἀλλὰ τὴν στρα- τηγίαν τῶν ἡγουμένων. — πᾶσα γὰρ δύναμις ὑπερ- 13 20 αίρουσα τὴν συμμετρίαν ὑφ᾿ ἑαυτῆς βλάπτεται τὰ πλεῖστα. πρὶν ἢ γὰρ ἀκοῦσαι τὴν φάλαγγα, φθά- σομεν ἡμεῖς πράξαντες ἃ βουλόμεθα. [Exc. Vat. p. 39—41.] INCERTA. [Τὸ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον ἐκ τῆς 25 Ἰταλίας τὸ τῶν Σικελῶν ἔθνος πανδημεὶ περαιω- θὲν εἰς τὴν Σικελίαν τὴν ὑπὸ τῶν Σικανῶν ἐκλει-
10 στρατείας cod. 13 ἐπίῃ Dind. 21 γὰρ] ἂν add. Wurm