Textus Originalis
218 DIODORI SICULI
33 Ὅτι τῶν Ἑλλήνων πάντων διαπρεσβευσαμένων πρὸς Γέλωνα περὶ συμμαχίας, ὅτε Ξέρξης διέβαινε πρὸς τὴν Εὐρώπην, τοῦ δὲ ἐπαγγειλαμένου συμμα- χῆσαι καὶ σιταρκῆσαι, εἴ γε τὴν ἡγεμονίαν εἴτε τὴν κατὰ γῆν εἴτε τὴν κατὰ θάλατταν παρέξουσιν, ἡ 5 μὲν ὑπὲρ τῆς ἡγεμονίας φιλοδοξία τὴν συμμαχίαν παρεκρούετο, τὸ δὲ μέγεθος τῆς βοηθείας καὶ ὁ τῶν πολεμίων φόβος προέτρεπε μεταδοῦναι τῆς δόξης τῷ Γέλωνι. 34 Ἡ μὲν γὰρ τῶν Περσῶν ὑπεροχὴ πρὸς τὸ κρα- 10 τῆσαι τῆς ἐπιθυμίας ἔχει τὰς δωρεάς, ἡ δὲ τυραν- νικὴ πλεονεξία καὶ τὰ μικρὰ τῶν λημμάτων οὐ πα- ρίησιν. 2 Βεβαιοτάτη γὰρ τῆς σωτηρίας φύλαξ ἡ ἀπιστία. 3 Παῖδες μὲν οὖν ἀδικούμενοι πρὸς πατέρας κα- 15 ταφεύγουσι, πόλεις δὲ πρὸς τοὺς ἀποικίσαντας δή- μους. 4 Ὅτι τυράννου πλεονεξία τοῖς μὲν ὑπάρχουσιν οὐκ ἀρκεῖται, τῶν δὲ ἀλλοτρίων ἐπιθυμεῖ, πληροῦ- ται δὲ οὐδέποτε. 20 5 Τοὺς δὲ κατὰ τῆς δυναστείας αὑτοῦ πεφυκότας ἔχων καιρὸν οὐκ ἐάσει δύναμιν λαβεῖν. 6 Ἐκείνων γὰρ τῶν ἀνδρῶν ἐστε ἀπόγονοι οἳ τὰς αὑτῶν ἀρετὰς μετὰ τὸν θάνατον ἀθανάτους τῇ δόξῃ 7 καταλελοίπασι. — τὸ γὰρ ἔπαθλον τῆς συμμαχίας 25 οὐκ ἀργύριον αἰτεῖ, οὗ παλλάκις ἰδεῖν ἔστι κατα- φρονοῦντα καὶ τὸν φαυλότατον ἰδιώτην πεπλουτη- κότα, ἀλλ᾿ ἔπαινον καὶ δόξαν, περὶ ἧς οἱ ἀγαθοὶ
4 σιταρχῆσαι v.; συμμαχήσειν καὶ σιταρκήσειν Herw.