Textus Originalis
ΒΙΒΛΟΣ ΕΝΔΕΚΑΤΗ.
Ἡ μὲν οὖν πρὸ ταύτης βίβλος, τῆς ὅλης συν- 1 τάξεως οὖσα δεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ξέρξου διαβά- σεως εἰς τὴν Εὐρώπην καὶ εἰς τὰς γενομένας δη- 5 μηγορίας ἐν τῇ κοινῇ συνόδῳ τῶν Ἑλλήνων ἐν Κο- ρίνθῳ περὶ τῆς Γέλωνος συμμαχίας τοῖς Ἕλλησιν· ἐν ταύτῃ δὲ τὸ συνεχὲς τῆς ἱστορίας ἀναπληροῦν- τες ἀρξόμεθα μὲν ἀπὸ τῆς Ξέρξου στρατείας ἐπὶ τοὺς Ἕλληνας, καταλήξομεν δὲ ἐπὶ τὸν προηγούμε- 10 νον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον ἡγουμένου Κίμωνος. Ἐπ᾿ ἄρχοντος γὰρ Ἀθήνησι Καλλιάδου ῾Ρωμαῖοι 2 κατέστησαν ὑπάτους Σπόριον Κάσσιον καὶ Πρόκλον Οὐεργίνιον Τρίκοστον, ἤχθη δὲ καὶ παρ᾿ Ἠλείοις 15 Ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἑβδομήκοντα, καθ᾿ ἣν ἐνίκα στάδιον Ἀστύλος Συρακόσιος. ἐπὶ δὲ τούτων Ξέρξης ὁ βασιλεὺς ἐστράτευσεν ἐπὶ τὴν Ἑλλάδα διὰ ταύτην τὴν αἰτίαν. Μαρδόνιος ὁ Πέρσης ἀνεψιὸς 3 μὲν καὶ κηδεστὴς ἦν Ξέρξου, διὰ δὲ σύνεσιν καὶ 20 ἀνδρείαν μάλιστα θαυμαζόμενος παρὰ τοῖς Πέρσαις.
8 στρατιᾶς P 14 Οὐεργίνιον] τε καὶ add. P 16 Ἄσυλος v., Ἄσταλος P 19 μὲν om. P ἦν om. Pa