Textus Originalis

226 DIODOR. XI 2. 3.

νας. οἱ μὲν οὖν πεμφθέντες ἐπὶ τὴν κατασκευὴν τῶν ἔργων ταχέως ἤνυον διὰ τὴν πολυχειρίαν τῶν 5 ἐργαζομένων. οἱ δ᾿ Ἕλληνες πυθόμενοι τὸ μέγεθος τῆς τῶν Περσῶν δυνάμεως, ἐξέπεμψαν εἰς Θεττα- λίαν μυρίους ὁπλίτας τοὺς καταληψομένους τὰς περὶ 5 τὰ Τέμπη παρόδους· ἡγεῖτο δὲ τῶν μὲν Λακεδαι- μονίων Εὐαίνετος, τῶν δὲ Ἀθηναίων Θεμιστοκλῆς. οὗτοι δὲ πρὸς τὰς πόλεις πρεσβευτὰς ἀποστείλαν- τες ἠξίουν ἀποστέλλειν στρατιώτας τοὺς κοινῇ φυ- λάξοντας τὰς παρόδους· ἔσπευδον γὰρ ἁπάσας τὰς 10 Ἑλληνίδας πόλεις διαλαβεῖν ταῖς προφυλακαῖς καὶ κοινοποιήσασθαι τὸν πρὸς τοὺς Πέρσας πόλεμον. 6 ἐπεὶ δὲ τῶν Θετταλῶν καὶ τῶν ἄλλων Ἑλλήνων τῶν πλησιοχώρων ταῖς παρόδοις ἔδωκαν οἱ πλείους ὕδωρ τε καὶ γῆν τοῖς ἀφιγμένοις ἀγγέλοις ἀπὸ Ξέρ- 15 ξου, ἀπογνόντες τὴν περὶ τὰ Τέμπη φυλακὴν ἐπα- νῆλθον εἰς τὴν οἰκείαν. 3 Χρήσιμον δὲ διορίσαι τῶν Ἑλλήνων τοὺς τὰ τῶν βαρβάρων ἑλομένους, ἵνα τυγχάνοντες ὀνείδους ἀπο- τρέπωσι ταῖς βλασφημίαις τοὺς προδότας γενησο- 20 2 μένους τῆς κοινῆς ἐλευθερίας. Αἰνιᾶνες μὲν οὖν καὶ Δόλοπες καὶ Μηλιεῖς καὶ Περραιβοὶ καὶ Μά- γνητες μετὰ τῶν βαρβάρων ἐτάχθησαν, ἔτι παρού- σης τῆς ἐν τοῖς Τέμπεσι φυλακῆς, Ἀχαιοὶ δὲ Φθιῶ- ται καὶ Λοκροὶ καὶ Θετταλοὶ καὶ Βοιωτοὶ οἱ πλείους 25

5 περὶ Hert., ἐπὶ cod. 7 Εὐαίνετος Herod. VII 173] Συνετός cod. 11 περιλαβεῖν v. 15 ἀγγέλοις om. A 16 περὶ Bek., ἐπὶ cod. 20 γενησομένους vel ἂν γενομέ- νους Reiske, γενομένους cod. 22 Μηλιεῖς Rhod., Μιλήσιοι cod. Περαιβοὶ PFJ 23 ἔτι] ἔτι δὲ cod. 24 δὲ] τε καὶ cod., δὲ οἱ Wurm