Textus Originalis

228 DIODOR. XI 3. 4.

τῶν Θρᾳκῶν καὶ τῶν Μακεδόνων. ἧκε δὲ εἰς Δορίσκον τῆς Θρᾴκης, καὶ στρατοπεδεύσας ἐνταῦθα τὴν δύναμιν ἐξήτασε. καὶ τοῦ μὲν ναυτικοῦ τὸ πλῆθος ἦν πλείους τῶν χιλίων καὶ διακοσίων τριήρεις, τοῦ δὲ πεζοῦ στρατεύματος ὀγδοήκοντα μυριάδες καὶ πέντε, χωρὶς τῶν ἐκ τῆς Εὐρώπης προσγεγενημένων· 7 ὅσοι γὰρ παρώκουν ἕως τῶν Τεμπῶν, πάντες συνεστράτευον τοῖς Πέρσαις, ὧν ὁ ἀριθμὸς οὐκ ἐλάττων ἦν τῶν εἴκοσι μυριάδων· ὥστε τὴν πᾶσαν στρατιὰν ὑπάρχειν οὐκ ἐλάττω τῶν ἑκατὸν καὶ πέντε μυριάδων, χωρὶς τοῦ πλήθους τῶν ἀχρείων, οὐκ ἐλάττονος ὄντος τῶν στρατευομένων. 4 Οἱ δὲ σύνεδροι τῶν Ἑλλήνων πυθόμενοι τὴν τῶν Περσῶν δύναμιν διαβαίνουσαν τὸν Ἑλλήσποντον, ἔγνωσαν ναυσὶ μὲν ἐκπλεῦσαι τοὺς Ἕλληνας ἐπ᾿ Ἀρτεμίσιον τῆς Εὐβοίας, καὶ τοῦτον τὸν τόπον ἐκδεξαμένους ναυμαχεῖν· ἦσαν γὰρ ἱκανοὶ πρὸς τὴν στενότητα τῶν τόπων· πεζῇ δὲ τοὺς ὁπλίτας εἰς τὰς ἐν Θερμοπύλαις παρόδους προαγαγεῖν· στεναὶ γὰρ οὖσαι δυναταὶ κωλύειν ἦσαν τὴν τῶν βαρβάρων 2 ἔφοδον. ἐξέπεμψαν οὖν στρατιώτας τοὺς μὲν εἰς τὸ Ἀρτεμίσιον, τοὺς δ᾿ εἰς τὰς Θερμοπύλας, προστάξαντες τηρεῖν τὰς παρόδους. τῆς δὲ ναυτικῆς δυνάμεως ἡγεῖτο Λακεδαιμόνιος Εὐρυβιάδης, τῆς δὲ πεζῆς Λεωνίδας ὁ βασιλεὺς τῶν Σπαρτιατῶν, ἀνὴρ μέγα φρονῶν ἐπ᾿ ἀνδρείᾳ καὶ στρατηγίᾳ. οὗτος δὲ παραλαβὼν τὴν ἐξουσίαν κατήγγειλεν εἰς

1 ἧκε] ἧκον P 3 ἦν] ἦσαν P 5 προσγενομένων P 12 ἱκανοὶ v. 17 τὸ om. P 22 στρατηγίᾳ] συνέσει A