Textus Originalis
Ol. 75, 1 : 480 a. Chr. 227
τούτων ἀπελθόντων ἀπέκλιναν πρὸς τοὺς βαρβάρους. οἱ δ᾿ ἐν Ἰσθμῷ συνεδρεύοντες τῶν Ἑλλήνων ἐψη- 3 φίσαντο τοὺς μὲν ἐθελοντὶ τῶν Ἑλλήνων ἑλομένους τὰ Περσῶν δεκατεῦσαι τοῖς θεοῖς, ἐπὰν τῷ πολέμῳ 5 κρατήσωσι, πρὸς δὲ τοὺς τὴν ἡσυχίαν ἔχοντας ἐκ- πέμψαι πρέσβεις τοὺς παρακαλέσοντας συναγωνί- ζεσθαι περὶ τῆς κοινῆς ἐλευθερίας. ὧν οἱ μὲν 4 εἵλοντο γνησίως τὴν συμμαχίαν, οἱ δὲ παρῆγον ἐφ᾿ ἱκανὸν χρόνον, ἀντεχόμενοι τῆς ἰδίας μόνον ἀσφα- 10 λείας καὶ καραδοκοῦντες τὸ τοῦ πολέμου τέλος· Ἀργεῖοι δὲ πρέσβεις ἀποστείλαντες εἰς τὸ κοινὸν συνέδριον ἐπηγγέλλοντο συμμαχήσειν, ἐὰν αὐτοῖς μέρος τι τῆς ἡγεμονίας συγχωρήσωσιν. οἷς οἱ σύν- 5 εδροι διεσάφησαν, εἰ μὲν δεινότερον ἡγοῦνται τὸ 15 στρατηγὸν ἔχειν Ἕλληνα ἢ δεσπότην βάρβαρον, ὀρ- θῶς αὐτοὺς ἔχειν ἡσυχίαν, εἰ δὲ φιλοτιμοῦνται λα- βεῖν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ἄξια ταύτης δεῖν ἔφασαν αὐτοὺς πεπραχότας ἐπιζητεῖν τὴν τηλι- καύτην δόξαν. μετὰ δὲ ταῦτα τῶν παρὰ Ξέρξου 20 πρέσβεων ἐπιόντων τὴν Ἑλλάδα καὶ γῆν καὶ ὕδωρ αἰ- τούντων, αἱ πόλεις ἅπασαι διὰ τῶν ἀποκρίσεων ἀπε- δείκνυντο τὴν περὶ τῆς κοινῆς ἐλευθερίας σπουδήν. Ξέρξης δὲ ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐζεῦ- 6 χθαι καὶ τὸν Ἄθω διεσκάφθαι, προῆγεν ἐκ τῶν 25 Σάρδεων ἐφ᾿ Ἑλλησπόντου τὴν πορείαν ποιούμε- νος· ὡς δὲ ἧκεν εἰς Ἄβυδον, διὰ τοῦ ζεύγματος 406 τὴν δύναμιν διήγαγεν εἰς τὴν Εὐρώπην. πορευό- μενος δὲ διὰ τῆς Θρᾴκης πολλοὺς προσελαμβάνετο
3 ἐθελοντὴ P 12 ἐπηγγέλλοντο PF, ἐπηγγέλοντο cet. 20 τῇ Ἑλλάδι cod., corr. Reiske