Textus Originalis
230 DIODOR. XI 4. 5.
ἐλευθερίας ἀποθανουμένους· ὥστε ἐὰν μὲν οἱ χίλιοι πορευθῶσιν, ἐπιφανεστέραν ἔσεσθαι τὴν Σπάρτην τούτων τελευτησάντων, ἐὰν δὲ πανδημεὶ στρατεύσωσι Λακεδαιμόνιοι, παντελῶς ἀπολεῖσθαι τὴν Λακεδαίμονα· οὐδένα γὰρ αὐτῶν τολμήσειν φεύγειν, 5 5 ἵνα τύχῃ σωτηρίας. τῶν μὲν οὖν Λακεδαιμονίων ἦσαν χίλιοι, καὶ σὺν αὐτοῖς Σπαρτιᾶται τριακόσιοι, τῶν δ᾿ ἄλλων Ἑλλήνων τῶν ἅμ᾿ αὐτοῖς συνεκπεμφθέντων ἐπὶ τὰς Θερμοπύλας τρισχίλιοι. ὁ μὲν οὖν 6 Λεωνίδης μετὰ τετρακισχιλίων προῆγεν ἐπὶ τὰς Θερ- 10 μοπύλας, Λοκροὶ δὲ οἱ πλησίον τῶν παρόδων κα- τοικοῦντες ἐδεδώκεσαν μὲν γῆν καὶ ὕδωρ τοῖς Πέρσαις, κατεπηγγελμένοι δ᾿ ἦσαν προκαταλήψεσθαι τὰς παρόδους· ὡς δ᾿ ἐπύθοντο τὸν Λεωνίδην ἥκειν εἰς Θερμοπύλας, μετενόησαν καὶ μετέθεντο πρὸς τοὺς 15 7 Ἕλληνας. ἧκον δὲ εἰς τὰς Θερμοπύλας καὶ Λοκροὶ χίλιοι καὶ Μηλιέων τοσοῦτοι καὶ Φωκέων οὐ πολὺ λειπόμενοι τῶν χιλίων, ὁμοίως δὲ καὶ Θηβαίων ἀπὸ τῆς ἑτέρας μερίδος ὡς τετρακόσιοι· διεφέροντο γὰρ οἱ τὰς Θήβας κατοικοῦντες πρὸς ἀλλήλους περὶ τῆς 20 πρὸς τοὺς Πέρσας συμμαχίας. οἱ μὲν οὖν μετὰ Λεωνίδου συνταχθέντες Ἕλληνες τοιοῦτοι τὸν ἀριθμὸν ὄντες διέτριβον περὶ τὰς Θερμοπύλας, ἀναμένοντες τὴν τῶν Περσῶν παρουσίαν. 5 Ξέρξης δὲ μετὰ τὸν ἐξετασμὸν τῶν δυνάμεων 25
1 μὲν οἱ] μὲν μόνοι Reiske 3 στρατεύωσι PA 10 Λεωνίδας A 13 κατεπαγγελμένοι P, κατεπαγγελλόμενοι AF 14 Λεωνίδαν JK ἥκειν om. A 15 μετενόησαν — Θερμοπύλας om. P 17 Μιλησίων cod., corr. Palmerius τοσοῦτοι] ἄλλοι τοσοῦτοι Hert. 18 Ἀθηναίων A 22 συν- αχθέντες cod., corr. Wess.