Textus Originalis
Ol. 75, 1 : 480 a. Chr. 231
προῆγε μετὰ παντὸς τοῦ στρατεύματος, καὶ μέχρι μὲν Ἀκάνθου πόλεως τῇ πεζῇ στρατιᾷ πορευομένῳ συμπαρέπλει πᾶς ὁ στόλος, ἐκεῖθεν δὲ κατὰ τὸν διορυχθέντα τόπον διεκομίσθησαν εἰς τὴν ἑτέραν 5 θάλατταν συντόμως καὶ ἀσφαλῶς. ὡς δ᾿ ἧκεν ἐπὶ 2 τὸν Μηλιακὸν κόλπον, ἐπύθετο τοὺς πολεμίους προκατειληφέναι τὰς παρόδους. διόπερ ἐνταῦθα προσαναλαβὼν τὴν δύναμιν μετεπέμψατο τοὺς ἀπὸ τῆς Εὐρώπης συμμάχους, οὐ πολὺ λείποντας τῶν εἴκοσι 10 μυριάδων, ὥστ᾿ ἔχειν αὐτὸν τοὺς σύμπαντας οὐκ ἐλάττους τῶν ἑκατὸν μυριάδων χωρὶς τῆς ναυτικῆς δυνάμεως. ὁ δὲ σύμπας ὄχλος τῶν τε ἐν ταῖς μα- 3 κραῖς ναυσὶν ὄντων καὶ τῶν τὴν ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν κομιζόντων οὐκ ἐλάττων ἦν τῶν 15 προειρημένων, ὥστε μηδὲν θαυμαστὸν εἶναι τὸ λεγόμενον ὑπὲρ τοῦ πλήθους τῶν ὑπὸ Ξέρξου συναχθέντων· φασὶ γὰρ τοὺς ἀενάους ποταμοὺς διὰ 408 τὴν τοῦ πλήθους συνέχειαν ἐπιλιπεῖν, τὰ δὲ πελάγη τοῖς τῶν νεῶν ἱστίοις κατακαλυφθῆναι. μέγισται 20 μὲν οὖν δυνάμεις τῶν εἰς ἱστορικὴν μνήμην παραδεδομένων αἱ μετὰ Ξέρξου γενόμεναι παραδέδονται. τῶν δὲ Περσῶν κατεστρατοπεδευκότων παρὰ τὸν 4 Σπερχειὸν ποταμόν, ὁ μὲν Ξέρξης ἀπέστειλεν ἀγγέλους εἰς τὰς Θερμοπύλας, τοὺς ἅμα μὲν κατα- 25 σκεψομένους τίνα διάνοιαν ἔχουσι περὶ τοῦ πρὸς αὐτὸν πολέμου· προσέταξε δ᾿ αὐτοῖς παραγγέλλειν,
1 προῆγε Pa, προῆγεν εὐθύς f 2 πορευομένῳ P, πορευομένου v., πορευομένῃ Dind. 6 Μηλιακὸν P, κιλιακόν A, κλιακόν HL, ἡλιακόν cet. 17 ἀεννάους P²FJL 24 μὲν del. Dind. κατασκεψομένους] τοῖς τόποις ἅμα δὲ πευσομένους add. Madvig