Textus Originalis
232 DIODOR. XI 5. 6.
ὅτι κελεύει βασιλεὺς Ξέρξης τὰ μὲν ὅπλα καταθέσθαι, αὐτοὺς δὲ ἀκινδύνους εἰς τὰς πατρίδας ἀπιέναι καὶ συμμάχους εἶναι Περσῶν· καὶ ταῦτα πράξασιν αὐτοῖς ἐπηγγέλλετο δώσειν χώραν μείζω 5 καὶ βελτίονα τῆς οὔσης. οἱ δὲ περὶ τὸν Λεωνίδην ἀπεκρίθησαν τοῖς ἀγγέλοις, ὅτι συμμαχοῦντες μὲν τῷ βασιλεῖ χρησιμώτεροι μετὰ τῶν ὅπλων ἔσονται, πολεμεῖν δὲ ἀναγκαζόμενοι γενναιότερον ὑπὲρ τῆς 5 ἐλευθερίας ἀγωνιοῦνται. ὁ δὲ Ξέρξης ἀκούσας τὰς ἀποκρίσεις τοὺς μὲν πρέσβεις ἐξαπέστειλε, διὰ δὲ τῶν ὁμοφώνων προεκαλεῖτο τοὺς στρατιώτας, ἐπαγγελλόμενος τοῖς μὲν ἐθελοντὶ παραδιδοῦσι τὰ ὅπλα δώσειν τὴν ἐλευθερίαν καὶ τῶν μὲν βασιλικῶν φίλων ποιήσειν, χώραν δὲ δώσειν ἀξιολογωτέραν τῆς οὔσης· 6 ὡς δ᾿ οὐδεὶς προσέσχε τοῖς λεγομένοις, Δημάρατον τὸν Σπαρτιάτην, ὄντα φυγάδα καὶ συνεστρατευμένον αὐτῷ, προσεκαλέσατο, καὶ χλευάσας τὰς ἀποκρίσεις ἠρώτησε, πότερον τρέξουσι Λακεδαιμόνιοι πρὸς τηλικαύτην δύναμιν ἢ παραδώσουσι τὰ ὅπλα. 7 τοῦ δὲ φήσαντος αὐτὸν ἀγνοεῖν τὴν ἀνδρείαν τῶν Ἑλλήνων, καὶ χρησομένων τοῖς ὅπλοις παραδόξως, ἐγέλασε καὶ κατεφρόνησεν, ὡς οὐ τολμήσοντος οὐδενὸς παρατάξασθαι. μετὰ δὲ ταῦτα διαγωνίζεσθαι μέλλων τοὺς μὲν Μήδους προέταξε πάντων, εἴτε διὰ τὴν ἀνδραγαθίαν προκρίνας, εἴτε καὶ βουλόμενος αὐτοὺς διαφθεῖραι πανδημεὶ διὰ τὸ τὸ φρόνημα τῶν Μήδων ἀκατάπληκτον εἶναι, τῆς προγονικῆς ἡγεμονίας μὴ πρὸ πολλοῦ κα
8 ἀγωνίσονται v. 9 πρέσβεις] παρόντας A 14 δώσειν — 17 ὅπλα om. Pa 18 Ἑλλήνων] Λακεδαιμονίων P 21 μέλλων] μᾶλλον P 23 διὰ τὸ] διὰ P