Textus Originalis

Ol. 75, 1 : 480 a. Chr. 237

λοντο. ἥ τε γὰρ νὺξ ἀφῃρεῖτο τὴν ἀληθινὴν ἐπί- γνωσιν, ἥ τε ταραχὴ καθ᾿ ὅλην οὖσα τὴν στρατο- πεδείαν εὐλόγως πολὺν ἐποίει φόνον· ἔκτεινον γὰρ ἀλλήλους, οὐ διδούσης τῆς περιστάσεως τὸν ἐξε- τασμὸν ἀκριβῆ διὰ τὸ μήτε ἡγεμόνος παραγγελίαν 5 μήτε συνθήματος ἐρώτησιν μήτε ὅλως διανοίας κα- 3 τάστασιν ὑπάρχειν. εἰ μὲν οὖν ὁ βασιλεὺς ἔμεινεν ἐπὶ τῆς βασιλικῆς σκηνῆς, ῥᾳδίως ἂν καὶ αὐτὸς ὑπὸ τῶν Ἑλλήνων ἀνῄρητο καὶ ὁ πόλεμος ἅπας ταχείας ἂν ἐτετεύχει καταλύσεως· νῦν δ᾿ ὁ μὲν Ξέρξης ἦν 10 ἐκπεπηδηκὼς πρὸς τὴν ταραχήν, οἱ δ᾿ Ἕλληνες εἰσ- πεσόντες εἰς τὴν σκηνὴν τοὺς ἐγκαταληφθέντας ἐν 4 αὐτῇ σχεδὸν ἅπαντας ἐφόνευσαν. τῆς δὲ νυκτὸς καθεστώσης ἐπλανῶντο καθ᾿ ὅλην τὴν παρεμβολὴν ζητοῦντες τὸν Ξέρξην εὐλόγως· ἡμέρας δὲ γενομέ- 15 νης καὶ τῆς ὅλης περιστάσεως δηλωθείσης, οἱ μὲν Πέρσαι θεωροῦντες ὀλίγους ὄντας τοὺς Ἕλληνας, κατεφρόνησαν αὐτῶν, καὶ κατὰ στόμα μὲν οὐ συν- επλέκοντο, φοβούμενοι τὰς ἀρετὰς αὐτῶν, ἐκ δὲ τῶν πλαγίων καὶ ἐξόπισθεν περιιστάμενοι καὶ παν- 20 ταχόθεν τοξεύοντες καὶ ἀκοντίζοντες ἅπαντας ἀπέ- κτειναν. οἱ μὲν οὖν μετὰ Λεωνίδου τὰς ἐν Θερ- μοπύλαις παρόδους τηροῦντες τοιοῦτον ἔσχον τοῦ βίου τὸ τέλος. 11 Ὧν τὰς ἀρετὰς τίς οὐκ ἂν θαυμάσειεν; οἵτινες 25 μιᾷ γνώμῃ χρησάμενοι τὴν μὲν ἀφωρισμένην τάξιν ὑπὸ τῆς Ἑλλάδος οὐκ ἔλιπον, τὸν ἑαυτῶν δὲ βίον

1 ἀφῄρητο v. 9 ἀνῃρεῖτο v. 12 ἐγκαταλειφθέντας cod., corr. Dind. 13 νυκτὸς] ἀσελήνου vel σκοτεινῆς add. Dind.