Textus Originalis
238 DIODOR. XI 10. 11.
προθύμως ἐπέδωκαν εἰς τὴν κοινὴν τῶν Ἑλλήνων σωτηρίαν, καὶ μᾶλλον εἵλοντο τελευτᾶν καλῶς ἢ ζῆν αἰσχρῶς. καὶ τὴν τῶν Περσῶν δὲ κατάπληξιν οὐκ ἄν τις ἀπιστήσαι γενέσθαι. τίς γὰρ ἂν τῶν 2 βαρβάρων ὑπέλαβε τὸ γεγενημένον; τίς δ᾿ ἂν προσ- εδόκησεν ὅτι πεντακόσιοι τὸν ἀριθμὸν ὄντες ἐτόλ- μησαν ἐπιθέσθαι ταῖς ἑκατὸν μυριάσι; διὸ καὶ τίς οὐκ ἂν τῶν μεταγενεστέρων ζηλώσαι τὴν ἀρετὴν τῶν ἀνδρῶν, οἵτινες τῷ μεγέθει τῆς περιστάσεως 412 κατεσχημένοι τοῖς μὲν σώμασι κατεπονήθησαν, ταῖς 10 δὲ ψυχαῖς οὐχ ἡττήθησαν; τοιγαροῦν οὗτοι μόνοι τῶν μνημονευομένων κρατηθέντες ἐνδοξότεροι γε- γόνασι τῶν ἄλλων τῶν τὰς καλλίστας νίκας ἀπε- νηνεγμένων. χρὴ γὰρ οὐκ ἐκ τῶν ἀποτελεσμάτων 15 κρίνειν τοὺς ἀγαθοὺς ἄνδρας, ἀλλ᾿ ἐκ τῆς προαι- ρέσεως· τοῦ μὲν γὰρ ἡ τύχη κυρία, τοῦ δ᾿ ἡ προ- αίρεσις δοκιμάζεται. τίς γὰρ ἂν ἐκείνων ἀμείνους 3 ἄνδρας κρίνειεν, οἵτινες οὐδὲ τῷ χιλιοστῷ μέρει τῶν πολεμίων ἴσοι τὸν ἀριθμὸν ὄντες ἐτόλμησαν 20 τοῖς ἀπιστουμένοις πλήθεσι παρατάξαι τὴν ἑαυτῶν ἀρετήν; οὐ κρατήσειν τῶν τοσούτων μυριάδων ἐλ- πίζοντες, ἀλλ᾿ ἀνδραγαθίᾳ τοὺς πρὸ αὑτῶν ἅπαν- τας ὑπερβαλεῖν νομίζοντες, καὶ τὴν μὲν μάχην αὑ- τοῖς εἶναι κρίνοντες πρὸς τοὺς βαρβάρους, τὸν 25 ἀγῶνα δὲ καὶ τὴν ὑπὲρ τῶν ἀριστείων κρίσιν πρὸς ἅπαντας τοὺς ἐπ᾿ ἀρετῇ θαυμαζομένους ὑπάρχειν.
4 ἀπιστήσαι] μεγίστην add. Madvig 6 τολμήσοιεν Dind. 15 προαιρέσεως] ἐπιβολῆς Dind. ex XXVI 24, 2 (cf. Floril. Vatic. II 568 Mai) 16 αὐτὴ ἡ προαίρεσις vel ἡ φρόνησις conicio, ἡ προθυμία Wurm 23 ἐν αὑτοῖς FMK, ἑαυτοῖς Eich. DIODORUS II. 20