Textus Originalis

Ol. 75, 2 : 479 a. Chr. 263

νὸν καὶ Σερούιον Κορνήλιον Τρίκοστον. ἐπὶ δὲ τούτων ὁ μὲν τῶν Περσῶν στόλος πλὴν Φοινίκων μετὰ τὴν ἐν Σαλαμῖνι γενομένην ναυμαχίαν ἡττη- μένος διέτριβε περὶ τὴν Κύμην. ἐνταῦθα δὲ παρα- χειμάσας, ὡς τὸ θέρος ἐνίστατο, παρέπλευσεν εἰς 5 Σάμον, παραφυλάξων τὴν Ἰωνίαν· ἦσαν δ᾿ αἱ πᾶ- σαι νῆες ἐν Σάμῳ πλείους τῶν τετρακοσίων. αὗται μὲν οὖν ὡς ἀλλότρια φρονούντων τῶν Ἰώνων πα- 426 2 ρεφύλαττον τὰς πόλεις. κατὰ δὲ τὴν Ἑλλάδα μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, τῶν Ἀθηναίων δο- 10 κούντων αἰτίων γεγονέναι τῆς νίκης, καὶ διὰ τοῦτο αὐτῶν φρονηματιζομένων, πᾶσιν ἐγίνοντο καταφα- νεῖς ὡς τοῖς Λακεδαιμονίοις ἀμφισβητήσοντες τῆς κατὰ θάλατταν ἡγεμονίας· διόπερ οἱ Λακεδαιμόνιοι προορώμενοι τὸ μέλλον ἐφιλοτιμοῦντο ταπεινοῦν 15 τὸ φρόνημα τῶν Ἀθηναίων. διὸ καὶ κρίσεως προ- τεθείσης περὶ τῶν ἀριστείων, χάριτι κατισχύσαντες ἐποίησαν κριθῆναι πόλιν μὲν ἀριστεῦσαι τὴν Αἰγι- νητῶν, ἄνδρα δὲ Ἀμεινίαν Ἀθηναῖον, τὸν ἀδελφὸν Αἰσχύλου τοῦ ποιητοῦ· οὗτος γὰρ τριηραρχῶν πρῶ- 20 τος ἐμβολὴν ἔδωκε τῇ ναυαρχίδι τῶν Περσῶν, καὶ 3 ταύτην κατέδυσε καὶ τὸν ναύαρχον διέφθειρε. τῶν δ᾿ Ἀθηναίων βαρέως φερόντων τὴν ἄδικον ἧτταν, οἱ Λακεδαιμόνιοι φοβηθέντες μήποτε Θεμιστοκλῆς ἀγανακτήσας ἐπὶ τῷ συμβεβηκότι κακὸν μέγα βου- 25 λεύσηται κατ᾿ αὐτῶν καὶ τῶν Ἑλλήνων, ἐτίμησαν αὐτὸν διπλασίος δωρεαῖς τῶν τὰ ἀριστεῖα εἰληφό-

3 μετὰ] κατὰ Wess. 6 δ᾿ αἱ] δὲ PL 12 ἐγένοντο v. 13 ἀμφισβητήσουσι f 19 Ἀμινίαν AL 21 ἔμβολον cod., corr. Wess. 22 κατέδυσεν P, κατέλυσε v. 27 διπλα- σίοισιν P, διπλασίοισι AFK, διπλασίοις cet.