Textus Originalis
262 DIODOR. XI 26. 27.
ἐπισχών, τὴν προθυμίαν τῶν στρατιωτῶν ἀποδεξά- μενος, συνήγαγεν ἐκκλησίαν, προστάξας ἅπαντας ἀπαντᾶν μετὰ τῶν ὅπλων· αὐτὸς δὲ οὐ μόνον τῶν 425 ὅπλων γυμνὸς εἰς τὴν ἐκκλησίαν ἦλθεν, ἀλλὰ καὶ 5 ἀχίτων ἐν ἱματίῳ προσελθὼν ἀπελογίσατο μὲν περὶ παντὸς τοῦ βίου καὶ τῶν πεπραγμένων αὐτῷ πρὸς τοὺς Συρακοσίους· ἐφ᾿ ἑκάστῳ δὲ τῶν λεγομένων 6 ἐπισημαινομένων τῶν ὄχλων, καὶ θαυμαζόντων μά- λιστα ὅτι γυμνὸν ἑαυτὸν παρεδεδώκει τοῖς βουλο- 10 μένοις αὐτὸν ἀνελεῖν, τοσοῦτον ἀπεῖχε τοῦ [μὴ] τυχεῖν τιμωρίας ὡς τύραννος, ὥστε μιᾷ φωνῇ πάν- τας ἀποκαλεῖν εὐεργέτην καὶ σωτῆρα καὶ βασιλέα. ἀπὸ δὲ τούτων γενόμενος ὁ Γέλων ἐκ μὲν τῶν λα- 7 φύρων κατεσκεύασε ναοὺς ἀξιολόγους Δήμητρος καὶ 15 Κόρης, χρυσοῦν δὲ τρίποδα ποιήσας ἀπὸ ταλάντων ἑκκαίδεκα ἀνέθηκεν εἰς τὸ τέμενος τὸ ἐν Δελφοῖς Ἀπόλλωνι χαριστήριον. ἐπεβάλετο δὲ ὕστερον καὶ κατὰ τὴν Αἴτνην κατασκευάζειν νεὼν Δήμητρος * ἐννηὼς δὲ οὔσης τοῦτον μὲν οὐ συνετέλεσε, μεσο- 20 λαβηθεὶς τὸν βίον ὑπὸ τῆς πεπρωμένης. τῶν δὲ 8 μελοποιῶν Πίνδαρος ἦν ἀκμάζων κατὰ τούτους τοὺς χρόνους. τὰ μὲν οὖν ἀξιολογώτατα τῶν πραχθέν- των κατὰ τοῦτον τὸν ἐνιαυτὸν σχεδὸν ταῦτ᾿ ἐστίν. Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Ξανθίππου ῾Ρωμαῖοι 27 25 μὲν κατέστησαν ὑπάτους Κόιντον Φάβιον Σιλουα-
1 τὴν] καὶ τὴν Steph. 5 παρελθὼν Hert. ἀπελο- γίσατο A, ἀπελογήσατο cet. 9 παραδεδώκει cod., παρα- δέδωκε Hert. 10 μὴ del. Hert. 16 ἑξκέδεκα P ἐνέ- θηκεν v. 19 ἐννηὼς (ἐννήως P) δὲ οὔσης cod., Ἐνναίας (= Wess.) εὐγήρως δ᾿ ἤδη ὢν Reiske, ὡς Ἔννης ἐνδεοῦς οὔσης Madvig, fort. νεὼς ἐνδεούσης