Textus Originalis

268 DIODOR. XI 30. 31.

σον τόπον ἐπεῖχεν ἡ στρατοπεδεία, πεφραγμένη τῇ φύσει καὶ ταῖς τῶν τόπων ἀσφαλείαις. τοῖς μὲν 6 οὖν Ἕλλησιν ἐμφρόνως βουλευσαμένοις πολλὰ συν- εβάλετο πρὸς τὴν νίκην ἡ τῶν τόπων στενοχωρία· 5 οὐ γὰρ ἦν ἐπὶ πολὺ μῆκος παρεκτείνειν τὴν φά- λαγγα τῶν Περσῶν, ὥστε ἀχρήστους εἶναι συνέ- βαινε τὰς πολλὰς μυριάδας τῶν βαρβάρων. διόπερ οἱ περὶ τὸν Παυσανίαν καὶ Ἀριστείδην θαρρήσαν- τες τοῖς τόποις προῆγον τὴν δύναμιν εἰς τὴν μάχην, 10 καὶ συντάξαντες ἑαυτοὺς οἰκείως τῆς περιστάσεως ἦγον ἐπὶ τοὺς πολεμίους. Μαρδόνιος δὲ συναναγκα- 31 ζόμενος βαθεῖαν ποιῆσαι τὴν φάλαγγα, διέταξε τὴν δύναμιν ὅπως ποτ᾿ ἔδοξεν αὐτῷ συμφέρειν, καὶ μετὰ βοῆς ἀπήντησε τοῖς Ἕλλησιν. ἔχων δὲ περὶ αὐτὸν 15 τοὺς ἀρίστους πρῶτος ἐνέβαλεν εἰς τοὺς ἀντιτε- ταγμένους Λακεδαιμονίους, καὶ γενναίως ἀγωνισά- μενος πολλοὺς ἀνεῖλε τῶν Ἑλλήνων· ἀντιταχθέντων δὲ τῶν Λακεδαιμονίων εὐρώστως, καὶ πάντα κίν- δυνον ὑπομενόντων προθύμως, πολὺς ἐγίνετο φόνος 20 τῶν βαρβάρων. ἕως μὲν οὖν συνέβαινε τὸν Μαρ- 2 δόνιον μετὰ τῶν ἐπιλέκτων προκινδυνεύειν, εὐψύ- χως ὑπέμενον τὸ δεινὸν οἱ βάρβαροι· ἐπεὶ δ᾿ ὅ τε Μαρδόνιος ἀγωνιζόμενος ἐκθύμως ἔπεσε καὶ τῶν ἐπιλέκτων οἱ μὲν ἀπέθανον, οἱ δὲ κατετρώθησαν, 25 ἀνατραπέντες ταῖς ψυχαῖς πρὸς φυγὴν ὥρμησαν. 429 ἐπικειμένων δὲ τῶν Ἑλλήνων, οἱ μὲν πλείους τῶν 3 βαρβάρων εἰς τὸ ξύλινον τεῖχος συνέφυγον, τῶν δ᾿ ἄλλων οἱ μὲν μετὰ Μαρδονίου ταχθέντες Ἕλληνες

12 τὴν om. Pa