Textus Originalis
Ol. 75, 2 : 479 a. Chr. 269
εἰς τὰς Θήβας ἀνεχώρησαν, τοὺς δὲ λοιποὺς ὄντας πλείους τῶν τετρακισμυρίων ἀναλαβὼν Ἀρτάβαζος, ἀνὴρ παρὰ Πέρσαις ἐπαινούμενος, εἰς θάτερον μέ- ρος ἔφυγε, καὶ σύντονον τὴν ἀναχώρησιν ποιησά- μενος προῆγεν ἐπὶ τῆς Φωκίδος. 5 32 Τοῦτον δὲ τὸν τρόπον ἐν τῇ φυγῇ τῶν βαρβά- ρων σχισθέντων, ὁμοίως καὶ τὸ τῶν Ἑλλήνων πλῆ- θος διεμερίσθη· Ἀθηναῖοι μὲν γὰρ καὶ Πλαταιεῖς καὶ Θεσπιεῖς τοὺς ἐπὶ Θηβῶν ὁρμήσαντας ἐδίωξαν, Κορίνθιοι δὲ καὶ Σικυώνιοι καὶ Φλιάσιοι καί τινες 10 ἕτεροι τοῖς μετὰ Ἀρταβάζου φεύγουσιν ἐπηκολού- θησαν, Λακεδαιμόνιοι δὲ μετὰ τῶν λοιπῶν τοὺς εἰς τὸ ξύλινον τεῖχος καταφυγόντας διώξαντες ἐπόρ- 2 θησαν προθύμως. οἱ δὲ Θηβαῖοι δεξάμενοι τοὺς φεύγοντας καὶ προσαναλαβόντες ἐπέθεντο τοῖς διώ- 15 κουσιν Ἀθηναίοις· γενομένης δὲ πρὸ τῶν τειχῶν καρτερᾶς μάχης, καὶ τῶν Θηβαίων λαμπρῶς ἀγωνι- σαμένων, ἔπεσον μὲν οὐκ ὀλίγοι παρ᾿ ἀμφοτέροις, τὸ δὲ τελευταῖον βιασθέντες ὑπὸ τῶν Ἀθηναίων, 3 συνέφυγον πάλιν εἰς τὰς Θήβας. μετὰ δὲ ταῦτα οἱ 20 μὲν Ἀθηναῖοι πρὸς τοὺς Λακεδαιμονίους ἀποχωρή- σαντες, μετὰ τούτων ἐτειχομάχουν πρὸς τοὺς κατα- φυγόντας εἰς τὴν παρεμβολὴν τῶν Περσῶν· μεγά- λου δὲ ἀγῶνος ἐξ ἀμφοτέρων γενομένου, καὶ τῶν μὲν βαρβάρων ἐκ τόπων ὠχυρωμένων καλῶς ἀγω- 25 νισαμένων, τῶν δ᾿ Ἑλλήνων βίαν προσαγόντων τοῖς ξυλίνοις τείχεσι, πολλοὶ μὲν παραβόλως ἀγωνιζό- μενοι κατετιτρώσκοντο, οὐκ ὀλίγοι δὲ καὶ τῷ πλή-
4 σύντομον cod., corr. Wess. 10 φλίασοι PA 20 Θήβας] Ἀθήνας HL