Textus Originalis

28 DIODORI SICULI

ἃς ὑπὸ τῶν μητέρων ἀναγκάζονται παῖδες ὄντες [συνεχῶς] σφενδονᾶν· προκειμένου γὰρ σκοποῦ κατά τι ξύλον ἠρτημένου ἄρτου, οὐ πρότερον δίδοται τῷ μελετῶντι φαγεῖν, ἕως ἂν τυχὼν τοῦ ἄρτου συγχωρούμενον λάβῃ παρὰ τῆς μητρὸς καταφαγεῖν 5 τοῦτον. 19 Ἐπεὶ δὲ περὶ τῶν ἐντὸς Ἡρακλείων στηλῶν κει- μένων νήσων διεληλύθαμεν, περὶ τῶν κατὰ τὸν ὠκεανὸν οὐσῶν διέξιμεν. κατὰ γὰρ τὴν Λιβύην κεῖται [μὲν] πελαγία νῆσος ἀξιόλογος μὲν τῷ μεγέ- 10 θει, κειμένη δὲ κατὰ τὸν ὠκεανὸν ἀπέχει πλοῦν ἀπὸ τῆς Λιβύης ἡμερῶν πλειόνων, κεκλιμένη πρὸς τὴν δύσιν. ἔχει δὲ χώραν καρποφόρον, πολλὴν μὲν ὀρεινήν, οὐκ ὀλίγην δὲ πεδιάδα κάλλει διαφέρου- 2 σαν. διαρρεομένη γὰρ ποταμοῖς πλωτοῖς ἐκ τού- 15 των ἀρδεύεται, καὶ πολλοὺς μὲν ἔχει παραδείσους καταφύτους παντοίοις δένδρεσι, παμπληθεῖς δὲ κη- πείας διειλημμένας ὕδασι γλυκέσιν· ἐπαύλεις τε πο- 345 λυτελεῖς ταῖς κατασκευαῖς ὑπάρχουσιν ἐν αὐτῇ καὶ κατὰ τὰς κηπείας κατεσκευασμένα κωθωνιστήρια 20 τὴν διάθεσιν ἀνθηρὰν ἔχοντα, ἐν οἷς οἱ κατοικοῦν- τες κατὰ τὴν θερινὴν ὥραν ἐνδιατρίβουσι, δαψιλῶς τῆς χώρας χορηγούσης τὰ πρὸς τὴν ἀπόλαυσιν καὶ 3 τρυφήν. ἥ τε ὀρεινὴ δρυμοὺς ἔχει πυκνοὺς καὶ μεγάλους καὶ δένδρα παντοδαπὰ καρποφόρα καὶ 25 πρὸς τὰς ἐν τοῖς ὄρεσι διαίτας ἔχοντα συναγκείας καὶ πηγὰς πολλάς. καθόλου δ᾿ ἡ νῆσος αὕτη κα- τάρρυτός ἐστι ναματιαίοις καὶ γλυκέσιν ὕδασι, δι᾿

2 συνεχῶς om. D γὰρ] δὲ v. 10 μὲν del. Bek. 11 ἀπέχει AD, ἀπέχει δὲ cet. 26 ἔχοντα del. Madvig