Textus Originalis

V 17. 18. 27

σει κατὰ τὰς γεγενημένας πάλαι ποτὲ στρατείας παρὰ Καρχηδονίοις τοὺς μισθοὺς οὐκ ἀπεκόμιζον εἰς τὰς πατρίδας, ἀλλ᾿ ὠνούμενοι γυναῖκας καὶ οἶ- νον ἅπαντα τὸν μισθὸν εἰς ταῦτα κατεχορήγουν. 5 παράδοξον δέ τι καὶ κατὰ τοὺς γάμους νόμιμον 18 παρ᾿ αὐτοῖς ἐστιν· ἐν γὰρ ταῖς κατὰ τοὺς γάμους εὐωχίαις οἰκείων τε καὶ φίλων κατὰ τὴν ἡλικίαν ὁ πρῶτος ἀεὶ καὶ ὁ δεύτερος καὶ οἱ λοιποὶ κατὰ τὸ ἑξῆς μίσγονται ταῖς νύμφαις ἀνὰ μέρος, ἐσχάτου 10 τοῦ νυμφίου τυγχάνοντος ταύτης τῆς τιμῆς. ἴδιον 2 δέ τι ποιοῦσι καὶ παντελῶς ἐξηλλαγμένον περὶ τὰς τῶν τετελευτηκότων ταφάς· συγκόψαντες γὰρ ξύ- λοις τὰ μέλη τοῦ σώματος εἰς ἀγγεῖον ἐμβάλλουσι καὶ λίθους δαψιλεῖς ἐπιτιθέασιν. ὁπλισμὸς δ᾿ ἐστὶν 3 15 αὐτοῖς τρεῖς σφενδόναι, καὶ τούτων μίαν μὲν περὶ τὴν κεφαλὴν ἔχουσιν, ἄλλην δὲ περὶ τὴν γαστέρα, τρίτην δ᾿ ἐν ταῖς χερσί. κατὰ δὲ τὰς πολεμικὰς χρείας βάλλουσι λίθους πολὺ μείζους τῶν ἄλλων οὕτως εὐτόνως, ὥστε δοκεῖν τὸ βληθὲν ἀπό τινος 20 καταπέλτου φέρεσθαι· διὸ καὶ κατὰ τὰς τειχομα- χίας ἐν ταῖς προσβολαῖς τύπτοντες τοὺς ἐπὶ τῶν ἐπάλξεων ἐφεστῶτας κατατραυματίζουσιν, ἐν δὲ ταῖς παρατάξεσι τούς τε θυρεοὺς καὶ τὰ κράνη καὶ πᾶν σκεπαστήριον ὅπλον συντρίβουσι. κατὰ δὲ τὴν εὐ- 4 25 στοχίαν οὕτως ἀκριβεῖς εἰσιν, ὥστε κατὰ τὸ πλεῖ- στον μὴ ἁμαρτάνειν τοῦ προκειμένου σκοποῦ. αἴ- τιαι δὲ τούτων αἱ συνεχεῖς ἐκ παίδων μελέται, καθ᾿

1 κατὰ Dind., διὰ cod. 4 κατεχορήγουν Madvig, κατ- εχώριζον cod., κατεχρῶντο f. (c. 27, 3) 11 τὰς — ταφὰς Dind., τῆς — ταφῆς cod. 25 εἰσιν] εἶναι D