Textus Originalis
Ol. 75, 4 : 477 a. Chr. 285
κοινοῖς τῆς Ἑλλάδος πράγμασιν ἔχειν ἀξιόχρεων λιμένα πρὸς τὴν ἀπὸ τῶν Περσῶν ἐσομένην στρα- τείαν. διὰ δὲ τούτου τοῦ τρόπου τοὺς Σπαρτιάτας ἀμβλυτέρους ποιήσας πρὸς τὸ κωλύειν, αὐτὸς εἴχετο τῶν ἔργων, καὶ τῶν πάντων συμφιλοτιμουμένων 5 ταχέως συνέβη γενέσθαι καὶ παραδόξως κατασκευα- 3 σθῆναι τὸν λιμένα. ἔπεισε δὲ τὸν δῆμον καθ᾿ ἕκα- στον ἐνιαυτὸν πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν εἴκοσι τριήρεις προσκατασκευάζειν, καὶ τοὺς μετοίκους καὶ τοὺς τεχνίτας ἀτελεῖς ποιῆσαι, ὅπως ὄχλος πολὺς 10 πανταχόθεν εἰς τὴν πόλιν κατέλθῃ καὶ πλείους τέχνας κατασκευάσωσιν εὐχερῶς· ἀμφότερα γὰρ ταῦτα χρησιμώτατα πρὸς τὰς τῶν ναυτικῶν δυνά- μεων κατασκευὰς ὑπάρχειν ἔκρινεν. οἱ μὲν οὖν Ἀθηναῖοι περὶ ταῦτα ἠσχολοῦντο. 15 44 Λακεδαιμόνιοι δὲ Παυσανίαν τὸν ἐν Πλαταιαῖς στρατηγήσαντα καταστήσαντες ναύαρχον προσέταξαν ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, ὅσαι βαρβαρι- 2 καῖς φυλακαῖς διέμενον ἔτι φρουρούμεναι. οὗτος δὲ πεντήκοντα μὲν τριήρεις ἐκ Πελοποννήσου λα- 20 βών, τριάκοντα δὲ παρ᾿ Ἀθηναίων μεταπεμψάμε- νος, ὧν Ἀριστείδης ἡγεῖτο, πρῶτον μὲν εἰς τὴν Κύπρον ἔπλευσε καὶ τῶν πόλεων τὰς ἔτι φρουρὰς 3 ἐχούσας Περσικὰς ἠλευθέρωσε, μετὰ δὲ ταῦτα πλεύ- σας ἐπὶ τὸν Ἑλλήσποντον Βυζάντιον μὲν ὑπὸ Περ- 438 σῶν κρατούμενον ἐχειρώσατο, καὶ τῶν ἄλλων βαρ- 25 βάρων οὓς μὲν ἀνεῖλεν, οὓς δ᾿ ἐκβαλὼν ἠλευθέρωσε
2 στρατιάν P 3 τοὺς om. v. 4 κωλύσειν PAFKL 13 τὰς τῶν om. v. 27 ἀνεῖλεν] ἀνελὼν Reiske