Textus Originalis

284 DIODOR. XI 41. 42. 43.

δὲ δήμου θαυμάσαντος ἅμα τὸν ἄνδρα καὶ ὑποπτεύ- σαντος μήποτε τυραννίδα τινὰ κατασκευασόμενος ἑαυτῷ τηλικαύταις καὶ τοιαύταις ἐπιβολαῖς ἐγχειρῇ, φανερῶς αὐτὸν ἐκέλευον ἀποφαίνεσθαι τὰ δεδογ- 5 μένα. ὁ δὲ πάλιν ἔφησε μὴ συμφέρειν τῷ δήμῳ φανερῶς δηλοῦσθαι περὶ τῶν ἐπινοηθέντων. πολλῷ 5 δὲ μᾶλλον θαυμάσαντος τοῦ δήμου τὴν δεινότητα καὶ μεγαλοφροσύνην τἀνδρός, ἐκέλευον ἐν ἀπορρή- τοις εἰπεῖν τῇ βουλῇ τὰ δεδογμένα· κἂν αὕτη κρίνῃ 10 τὰ δυνατὰ λέγειν καὶ συμφέροντα, τότε ὡς ἂν συμ- βουλεύσῃ πρὸς τὸ τέλος ἄξειν αὐτοῦ τὴν ἐπιβολήν. διόπερ τῆς βουλῆς πυθομένης τὰ κατὰ μέρος, καὶ 6 κρινάσης λέγειν αὐτὸν τὰ συμφέροντα τῇ πόλει καὶ δυνατά, τὸ λοιπὸν ἤδη συγχωρήσαντος τοῦ δήμου 15 μετὰ τῆς βουλῆς ἔλαβε τὴν ἐξουσίαν πράττειν ὅ,τι βούλεται. ἕκαστος δ᾿ ἐκ τῆς ἐκκλησίας ἐχωρίζετο θαυμάζων μὲν τὴν ἀρετὴν τἀνδρός, μετέωρος δ᾿ ὢν καὶ καραδοκῶν τὸ τέλος τῆς ἐπιβολῆς. ὁ δὲ Θεμι- 43 στοκλῆς λαβὼν τὴν ἐξουσίαν τοῦ πράττειν, καὶ πᾶ- 20 σαν ὑπουργίαν ἔχων ἑτοίμην τοῖς ἐγχειρουμένοις, πάλιν ἐπενόησε καταστρατηγῆσαι τοὺς Λακεδαιμο- νίους· ᾔδει γὰρ ἀκριβῶς ὅτι καθάπερ ἐπὶ τοῦ τῆς πόλεως τειχισμοῦ διεκώλυσαν οἱ Λακεδαιμόνιοι, τὸν αὐτὸν τρόπον ἐπὶ τῆς κατασκευῆς τοῦ λιμένος ἐγχει- 25 ρήσουσι διακόπτειν τῶν Ἀθηναίων τὰς ἐπιβολάς. ἔδοξεν οὖν αὐτῷ πρὸς μὲν τοὺς Λακεδαιμονίους 2 πρέσβεις ἀποστεῖλαι τοὺς διδάξοντας συμφέρειν τοῖς

2 τινα om. (in lacuna) P κατασκευασάμενος cod., corr. Eich. 9 αὕτη Eich., αὐτὴ cod. 12 τὰ add. Dind. 21 τοῖς Λακεδαιμονίοις v. 23 διεκώλυον Hertl.