Textus Originalis
Ol. 75, 4 : 477 a. Chr. 287
τὴν πόλιν, πολλοὺς δ᾿ ἐν αὐτῇ Περσῶν ἀξιολόγους ζωγρήσας ἄνδρας παρέδωκεν εἰς φυλακὴν Γογγύλῳ τῷ Ἐρετριεῖ, τῷ μὲν λόγῳ πρὸς τιμωρίαν τηρή- σοντι, τῷ δ᾿ ἔργῳ διασώσοντι πρὸς Ξέρξην· συνε- 5 τέθειτο γὰρ δι᾿ ἀπορρήτων φιλίαν πρὸς τὸν βασι- λέα, καὶ τὴν θυγατέρα τοῦ Ξέρξου γαμεῖν ἔμελλεν, ἵνα προδῷ τοὺς Ἕλληνας. ἦν δ᾿ ὁ ταῦτα πραττό- 4 μενος Ἀρτάβαζος στρατηγός, καὶ χρημάτων πλῆθος ἐχορήγει λάθρᾳ τῷ Παυσανίᾳ πρὸς τὸ διὰ τούτων 10 φθείρειν τοὺς εὐθέτους τῶν Ἑλλήνων. ἐγένετο δὲ καταφανὴς καὶ τιμωρίας ἔτυχε τοιῷδέ τινι τρόπῳ. ζηλώσαντος αὐτοῦ τὴν Περσικὴν τρυφὴν καὶ τυραν- 5 νικῶς προσφερομένου τοῖς ὑποτεταγμένοις, χαλεπῶς ἔφερον ἅπαντες, μάλιστα δὲ οἱ τεταγμένοι τῶν Ἑλ- 15 λήνων ἐπί τινος ἡγεμονίας. διόπερ τῶν κατὰ τὴν 6 στρατιὰν καὶ κατὰ ἔθνη καὶ κατὰ πόλεις ἀλλήλοις ὁμιλούντων καὶ τοῦ Παυσανίου τῆς βαρύτητος κατα- λαλούντων, Πελοποννήσιοι μὲν καταλιπόντες αὐτὸν εἰς Πελοπόννησον ἀπέπλευσαν, καὶ πρέσβεις ἀποστεί- 20 λαντες κατηγόρουν τοῦ Παυσανίου, Ἀριστείδης δὲ ὁ Ἀθηναῖος τῷ καιρῷ χρώμενος ἐμφρόνως ἐν ταῖς κοι- νολογίαις ἀνελάμβανε τὰς πόλεις καὶ διὰ τῆς ὁμιλίας προσαγόμενος ἰδίας ἐποίησε τοῖς Ἀθηναίοις. ἔτι δὲ μᾶλλον συνήργησε καὶ τὸ αὐτόματον τοῖς Ἀθηναίοις 25 διὰ ταύτας τὰς αἰτίας. Παυσανίας ἦν συντεθειμέ- 45
4 συνετίθετο PL 6 Ξέρξου] πέρσου P 8 Ἀρτάβα- ζος] ὁ add. P 10 φθείρεσθαι FJK 11 τοιῷδε P, τῷδε v. 12 αὐτοῦ] γὰρ αὐτοῦ Peiresc. 16 ἔθνη] τὰ ἔθνη P 17 ὁμιλοῦντες P 19 κατέπλευσαν v. 21 ἐμφανῶς v. 22 ὁμιλίας] ὁμολογίας P (cf. 46, 4. XVI 45, 2)