Textus Originalis
288 DIODOR. IX 45. 46.
νος ὥστε τοὺς τὰς ἐπιστολὰς παρ᾿ αὐτοῦ κομίζοντας πρὸς τὸν βασιλέα μὴ ἀνακάμπτειν μηδὲ γίνεσθαι μηνυτὰς τῶν ἀπορρήτων· δι᾿ ἣν αἰτίαν ἀναιρου- μένων αὐτῶν ὑπὸ τῶν ἀπολαμβανόντων τὰς ἐπιστο- 2 λὰς συνέβαινε μηδένα διασῴζεσθαι. ἃ δὴ συλλογι- 5 σάμενός τις τῶν βιβλιαφόρων ἀνέῳξε τὰς ἐπιστολάς, καὶ γνοὺς ἀληθὲς ὂν τὸ περὶ τὴν ἀναίρεσιν τῶν κομιζόντων τὰ γράμματα, ἀνέδωκε τοῖς ἐφόροις τὰς 3 ἐπιστολάς. τούτων δὲ ἀπιστούντων διὰ τὸ ἀνεῳγ- μένας αὐτοῖς τὰς ἐπιστολὰς ἀναδεδόσθαι, καὶ πίστιν 10 ἑτέραν βεβαιοτέραν ζητούντων, ἐπηγγείλατο παρα- 4 δώσειν αὐτὸν ὁμολογοῦντα. πορευθεὶς οὖν ἐπὶ Ταί- ναρον καὶ καθεζόμενος ἐπὶ τῷ τοῦ Ποσειδῶνος ἱερῷ διπλῆν σκηνὴν περιεβάλετο, καὶ τοὺς μὲν ἐφόρους καὶ τῶν ἄλλων Σπαρτιατῶν τινας κατέκρυψε, τοῦ 15 δὲ Παυσανίου παραγενομένου πρὸς αὐτὸν καὶ πυν- θανομένου τὴν αἰτίαν τῆς ἱκετείας, ἐμέμψατο αὐτῷ καθ᾿ ὅσον εἰς τὴν ἐπιστολὴν ἐνέγραψε τὸν κατ᾿ 5 αὐτοῦ θάνατον. τοῦ δὲ Παυσανίου φήσαντος μετα- μελεῖσθαι καὶ συγγνώμην αἰτουμένου τοῖς ἀγνοη- 20 θεῖσιν, ἔτι δὲ δεηθέντος ὅπως συγκρύψῃ, καὶ δω- ρεὰς μεγάλας ὑπισχνουμένου, αὐτοὶ μὲν διελύθησαν, οἱ δ᾿ ἔφοροι καὶ οἱ μετ᾿ αὐτῶν ἀκριβῶς μαθόντες τἀληθὲς τότε μὲν ἡσυχίαν ἔσχον, ὕστερον δὲ τῶν 439 Λακεδαιμονίων τοῖς ἐφόροις συλλαμβανόντων, προ- 25 αισθόμενος ἔφθασε καὶ κατέφυγεν εἰς ἱερὸν τὸ τῆς
5 δὴ] δὲ Wess. 6 βιβλιοφόρων P (c. 21, 4. II 26, 8) 10 ἐπιδεδόσθαι Peir. (XIV 47, 2) 11 ἐπιζητούντων Peir. 16 παραγινομένου A 18 ἀνέγραψε P 24 ἔσχον P (p. 211, 1), εἶχον v. 26 προσέφυγεν v. ἱερὸν PA, τὸ ἱερὸν cet.