Textus Originalis

ΔΙΟΔΩΡΟΥ ΣΙΚΕΛΙΩΤΟΥ ΒΙΒΛΙΟΘΗΚΗΣ ΙΣΤΟΡΙΚΗΣ ΒΙΒΛΟΣ ΠΕΜΠΤΗ.

Πάντων μὲν τῶν ἐν ταῖς ἀναγραφαῖς χρησίμων 1 προνοητέον τοὺς ἱστορίαν συνταττομένους, μάλιστα δὲ τῆς κατὰ μέρος οἰκονομίας. αὕτη γὰρ οὐ μόνον ἐν τοῖς ἰδιωτικοῖς βίοις πολλὰ συμβάλλεται πρὸς 5 διαμονὴν καὶ αὔξησιν τῆς οὐσίας, ἀλλὰ καὶ κατὰ τὰς ἱστορίας οὐκ ὀλίγα ποιεῖ προτερήματα τοῖς συγ- γραφεῦσιν. ἔνιοι δὲ καὶ κατὰ τὴν λέξιν καὶ κατὰ 2 τὴν πολυπειρίαν τῶν ἀναγραφομένων πράξεων ἐπαι- νούμενοι δικαίως, ἐν τῷ κατὰ τὴν οἰκονομίαν χει- 10 ρισμῷ διήμαρτον, ὥστε τοὺς μὲν πόνους καὶ τὴν ἐπιμέλειαν αὐτῶν ἀποδοχῆς τυγχάνειν παρὰ τοῖς ἀναγινώσκουσι, τὴν δὲ τάξιν τῶν ἀναγεγραμμένων δικαίας τυγχάνειν ἐπιτιμήσεως. Τίμαιος μὲν οὖν 3 μεγίστην πρόνοιαν πεποιημένος τῆς τῶν χρόνων 15 ἀκριβείας καὶ τῆς πολυπειρίας πεφροντικώς, διὰ τὰς ἀκαίρους καὶ μακρὰς ἐπιτιμήσεις εὐλόγως δια- βάλλεται, καὶ διὰ τὴν ὑπερβολὴν τῆς ἐπιτιμήσεως

7 δὲ] γὰρ II 10 διήμαρτον] διήνεγκαν DᵃBFG 16 μακρὰς] πικρὰς Hertlein.