Textus Originalis
4 DIODORI SICULI
4 Ἐπιτίμαιος ὑπό τινων ὠνομάσθη. Ἔφορος δὲ τὰς κοινὰς πράξεις ἀναγράφων οὐ μόνον κατὰ τὴν λέ- ξιν, ἀλλὰ καὶ κατὰ τὴν οἰκονομίαν ἐπιτέτευχε· τῶν γὰρ βίβλων ἑκάστην πεποίηκε περιέχειν κατὰ γένος τὰς πράξεις. διόπερ καὶ ἡμεῖς τοῦτο τὸ γένος τοῦ 5 χειρισμοῦ προκρίναντες, κατὰ τὸ δυνατὸν ἀντεχό- 2 μεθα ταύτης τῆς προαιρέσεως. καὶ ταύτην τὴν βί- βλον ἐπιγράφοντες νησιωτικὴν ἀκολούθως τῇ γραφῇ περὶ πρώτης τῆς Σικελίας ἐροῦμεν, ἐπεὶ καὶ κρα- τίστη τῶν νήσων ἐστὶ καὶ τῇ παλαιότητι τῶν μύ- 10 θολογουμένων πεπρώτευκεν. Ἡ γὰρ νῆσος τὸ παλαιὸν ἀπὸ μὲν τοῦ σχήματος Τρινακρία κληθεῖσα, ἀπὸ δὲ τῶν κατοικησάντων αὐτὴν Σικανῶν Σικανία προσαγορευθεῖσα, τὸ τε- λευταῖον ἀπὸ Σικελῶν τῶν ἐκ τῆς Ἰταλίας παν- 15 2 δημει περαιωθέντων ὠνόμασται Σικελία. ἔστι δ᾿ αὐτῆς ἡ περίμετρος σταδίων ὡς τετρακισχιλίων τρια- κοσίων ἑξήκοντα· τῶν γὰρ τριῶν πλευρῶν ἡ μὲν ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸ Λιλύβαιον ὑπάρχει στα- δίων χιλίων ἑπτακοσίων, ἡ δ᾿ ἀπὸ Λιλυβαίου μέχρι 20 Παχύνου τῆς Συρακοσίας χώρας σταδίων χιλίων καὶ πεντακοσίων, ἡ δ᾿ ἀπολειπομένη σταδίων χιλίων 3 ἑκατὸν τεσσαράκοντα. οἱ ταύτην οὖν κατοικοῦντες Σικελιῶται παρειλήφασι παρὰ τῶν προγόνων, ἀεὶ τῆς φήμης ἐξ αἰῶνος παραδεδομένης τοῖς ἐκγόνοις, 25 ἱερὰν ὑπάρχειν τὴν νῆσον Δήμητρος καὶ Κόρης· ἔνιοι
331
8 ἐπιγραφῇ Reiske 14 τὸ τελευταῖον Madvig, τελευ- ταῖον δὲ cod. 15 ἀπὸ D, ἀπὸ τῶν v. 19 Πελωρίδος FG τὸ om. CF 20 σταδίων χιλίων καὶ ἑπτακοσίων, ὡς Ποσειδώνιος εἴρηκε προσθεὶς καὶ εἴκοσι Strab. VI p. 266 23 τεσσαράκοντα] ἑξήκοντα A 25 παραδιδομένης D