Textus Originalis
30 DIODORI SICULI
σίας κατέδειξαν μεγαλοπρεπεῖς τοῖς τῶν Φοινίκων ἔθεσι διοικουμένας. τὸ δ᾿ ἱερὸν συνέβη τοῦτο καὶ τότε καὶ κατὰ τοὺς νεωτέρους χρόνους τιμᾶσθαι περιττότερον μέχρι τῆς καθ᾿ ἡμᾶς ἡλικίας. πολλοὶ δὲ καὶ τῶν ῾Ρωμαίων ἐπιφανεῖς ἄνδρες καὶ μεγάλας 5 πράξεις κατειργασμένοι ἐποιήσαντο μὲν τούτῳ τῷ θεῷ εὐχάς, συνετέλεσαν δ᾿ αὐτὰς μετὰ τὴν συντέ- 3 λειαν τῶν κατορθωμάτων. οἱ δ᾿ οὖν Φοίνικες διὰ τὰς προειρημένας αἰτίας ἐρευνῶντες τὴν ἐκτὸς τῶν στηλῶν παραλίαν καὶ παρὰ τὴν Λιβύην πλέοντες, 10 ὑπ᾿ ἀνέμων μεγάλων ἀπηνέχθησαν ἐπὶ πολὺν πλοῦν δι᾿ ὠκεανοῦ. χειμασθέντες δ᾿ ἐπὶ πολλὰς ἡμέρας προσηνέχθησαν τῇ προειρημένῃ νήσῳ, καὶ τὴν εὐ- δαιμονίαν αὐτῆς καὶ φύσιν κατοπτεύσαντες ἅπασι 4 γνώριμον ἐποίησαν. διὸ καὶ Τυρρηνῶν θαλαττο- 15 κρατούντων καὶ πέμπειν εἰς αὐτὴν ἀποικίαν ἐπι- 346 βαλλομένων, διεκώλυσαν αὐτοὺς Καρχηδόνιοι, ἅμα μὲν εὐλαβούμενοι μὴ διὰ τὴν ἀρετὴν τῆς νήσου πολλοὶ τῶν ἐκ τῆς Καρχηδόνος εἰς ἐκείνην μετα- στῶσιν, ἅμα δὲ πρὸς τὰ παράλογα τῆς τύχης κα- 20 τασκευαζόμενοι καταφυγήν, εἴ τι περὶ τὴν Καρχη- δόνα ὁλοσχερὲς πταῖσμα συμβαίνοι· δυνήσεσθαι γὰρ αὐτοὺς θαλαττοκρατοῦντας ἀπᾶραι πανοικίους εἰς ἀγνοουμένην ὑπὸ τῶν ὑπερεχόντων νῆσον. 21 Ἐπεὶ δὲ περὶ τοῦ κατὰ τὴν Λιβύην ὠκεανοῦ 25 καὶ τῶν ἐν αὐτῷ νήσων διήλθομεν, μεταβιβάσομεν
14 ἅπασι offendit (cf. Aristot. mir. ausc. 84) 16 ἐπι- βαλομένων v. 18 διὰ τὴν ἀρετὴν] διαρετὴν D 20 παρά- λογα* (XVII 66, 2. 108, 6), παράβολα libri 22 ὁλοσχερὲς om. D 23 πανοικείως D¹, πανοικεὶ ὡς D² 24 περιεχόν- των D