Textus Originalis

V 20. 21. 31

τὸν λόγον ἐπὶ τὴν Εὐρώπην. κατὰ γὰρ τὴν Γα- λατίαν τὴν παρωκεανῖτιν κατ᾿ ἀντικρὺ τῶν Ἑρκυ- νίων ὀνομαζομένων δρυμῶν (μεγίστους γὰρ ὑπάρ- χειν παρειλήφαμεν τῶν κατὰ τὴν Εὐρώπην) νῆσοι 5 πολλαὶ κατὰ τὸν ὠκεανὸν ὑπάρχουσιν, ὧν ἐστι μεγίστη ἡ Πρεττανικὴ καλουμένη. αὕτη δὲ τὸ μὲν 2 παλαιὸν ἀνεπίμικτος ἐγένετο ξενικαῖς δυνάμεσιν· οὔτε γὰρ Διόνυσον οὔθ᾿ Ἡρακλέα παρειλήφαμεν οὔτε τῶν ἄλλων ἡρώων [ἢ δυναστῶν] ἐστρατευμένον 10 ἐπ᾿ αὐτήν· καθ᾿ ἡμᾶς δὲ Γάιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ἐπονομασθεὶς θεὸς πρῶτος τῶν μνημονευο- μένων ἐχειρώσατο τὴν νῆσον, καὶ τοὺς Πρεττανοὺς καταπολεμήσας ἠνάγκασε τελεῖν ὡρισμένους φόρους. ἀλλὰ περὶ μὲν τούτων τὰς κατὰ μέρος πράξεις ἐν 15 τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν, περὶ δὲ τῆς νή- σου καὶ τοῦ φυομένου κατ᾿ αὐτὴν καττιτέρου νῦν διέξιμεν. αὕτη γὰρ τῷ σχήματι τρίγωνος οὖσα πα- 3 ραπλησίως τῇ Σικελίᾳ τὰς πλευρὰς οὐκ ἰσοκώλους ἔχει. παρεκτεινούσης δ᾿ αὐτῆς παρὰ τὴν Εὐρώπην 20 λοξῆς, τὸ μὲν ἐλάχιστον ἀπὸ τῆς ἠπείρου διεστη- κὸς ἀκρωτήριον, ὃ καλοῦσι Κάντιον, φασὶν ἀπέ- χειν ἀπὸ τῆς γῆς σταδίους ὡς ἑκατόν, καθ᾿ ὃν τό- πον ἡ θάλαττα ποιεῖται τὸν ἔκρουν, τὸ δ᾿ ἕτερον ἀκρωτήριον τὸ καλούμενον Βελέριον ἀπέχειν λέγε- 25 ται τῆς ἠπείρου πλοῦν ἡμερῶν τεττάρων, τὸ δ᾿ ὑπολειπόμενον ἀνήκειν μὲν ἱστοροῦσιν εἰς τὸ πέ-

2 ἑρκυονίκων D 3 δρυμῶν οὓς μεγίστους AB, ὁρῶν μέγιστα γὰρ II 6 ἡ μεγίστη cod. Βρετταν . . . v. semper 9 ἢ om. D, ἢ δυναστῶν om. EG ἐστρατευμένων D 18 ἰσογώνους D 21 καντίον D; ὃ add. v. ἀπέχειν om. D