Textus Originalis

330 DIODOR. XI 76. 77.

τὴν Ἱέρωνος δυναστείαν ἐκπεπτωκότες ἐκ τῶν ἰδίων πόλεων ἔχοντες τοὺς συναγωνιζομένους κατῆλθον εἰς τὰς πατρίδας, καὶ τοὺς ἀδίκως τὰς ἀλλοτρίας πόλεις ἀφῃρημένους ἐξέβαλον ἐκ τῶν πόλεων· τού- των δ᾿ ἦσαν Γελῷοι καὶ Ἀκραγαντῖνοι καὶ Ἱμεραῖοι. 5 5 παραπλησίως δὲ τούτοις καὶ ῾Ρηγῖνοι μετὰ Ζαγκλαίων τοὺς Ἀναξίλου παῖδας δυναστεύοντας ἐκβαλόντες ἠλευθέρωσαν τὰς πατρίδας. μετὰ δὲ ταῦτα Καμά- ριναν μὲν Γελῷοι κατοικίσαντες ἐξ ἀρχῆς κατεκλη- ρούχησαν· αἱ δὲ πόλεις σχεδὸν ἅπασαι πρὸς τὴν 10 κατάλυσιν τῶν πολέμων ὁρμήσασαι, καὶ κοινὸν δόγμα ποιησάμεναι, πρὸς τοὺς κατοικοῦντας ξένους διελύ- θησαν, καὶ τοὺς φυγάδας καταδεξάμεναι τοῖς ἀρχαίοις πολίταις τὰς πόλεις ἀπέδοσαν, τοῖς δὲ ξένοις τοῖς διὰ τὰς δυναστείας ἀλλοτρίας τὰς πόλεις ἔχουσι 15 συνεχώρησαν τὰ ἑαυτῶν ἀποκομίζειν καὶ κατοικεῖν 6 ἅπαντας ἐν τῇ Μεσσηνίᾳ. αἱ μὲν οὖν κατὰ Σικε- 462 λίαν ἐν ταῖς πόλεσι στάσεις καὶ ταραχαὶ τοῦτον τὸν τρόπον κατελύθησαν, αἱ δὲ πόλεις τὰς ἀπαλλοτρίους πολιτείας ἀποβαλοῦσαι σχεδὸν ἅπασαι τὰς ἰδίας 20 χώρας κατεκληρούχησαν τοῖς πολίταις πᾶσιν. 77 Ἐπ᾿ ἄρχοντος δ᾿ Ἀθήνησι Φρασικλείδου ὀλυμ- πιὰς μὲν ἤχθη ὀγδοηκοστή, καθ᾿ ἣν ἐνίκα στάδιον Τορύλλας Θετταλός, ῾Ρωμαῖοι δ᾿ ὑπάτους κατέστησαν Κόιντον Φάβιον καὶ Τίτον Κοίντιον Καπιτωλῖνον. 25

1 Ἱέρωνος] Θήρωνος Wurm 2 Συρακοσίους ante συν- αγωνιζομένους add. Reiske 9 κατοικίσαντες L, κατοικήσαν- τες cet. 11 πολεμίων cod., corr. Reiske 16 συνεχώρησαν τὰ ἑαυτῶν ἀποκομίζειν καὶ P, om. FJK, καὶ cet. 17 κατὰ PA, κατὰ τὴν cet. 19 ἀπαλλοτρίους] πατρίους Dind. 20 ἀπολαβοῦσαι v. 22 Φιλοκλείδου A, Φασικλείδου cet. 25 Κουίντιον A, κόιντον cet. Καπετολῖνον P