Textus Originalis

Ol. 79, 4 : 461 a. Chr. 329

Περσῶν εὐρώστως οὐ δυνάμενοι τὸ χωρίον ἑλεῖν, ἔμειναν ἐπὶ τῆς πολιορκίας τὸν ἐνιαυτόν. Κατὰ δὲ τὴν Σικελίαν Συρακόσιοι μὲν πολε- 76 μοῦντες τοῖς ἀφεστηκόσι ξένοις συνεχεῖς προσβολὰς 5 ἐποιοῦντο τῇ τε Ἀχραδινῇ καὶ τῇ Νήσῳ, καὶ ναυ- μαχίᾳ μὲν ἐνίκησαν τοὺς ἀποστάντας, πεζῇ δ᾿ οὐκ ἴσχυον ἐκβαλεῖν ἐκ τῆς πόλεως διὰ τὴν ὀχυρότητα τῶν τόπων. μετὰ δὲ ταῦτα παρατάξεως γενομένης 2 ἐπὶ τῆς χώρας, καὶ τῶν ἀγωνιζομένων παρ᾿ ἀμφο- 10 τέροις ἐκθύμως κινδυνευόντων, πεσεῖν συνέβη οὐκ ὀλίγους παρ᾿ ἀμφοτέροις, νικῆσαι δὲ τοὺς Συρακο- σίους. μετὰ δὲ τὴν μάχην οἱ Συρακόσιοι τοὺς μὲν ἐπιλέκτους, ὄντας ἑξακοσίους, αἰτίους γενομένους τῆς νίκης, ἐστεφάνωσαν ἀριστεῖα δόντες ἀργυρίου 15 μνᾶν ἑκάστῳ. ἅμα δὲ τούτοις πραττομένοις Δουκέ- 3 τιος μὲν ὁ τῶν Σικελῶν ἡγεμών, χαλεπῶς ἔχων τοῖς τὴν Κατάνην οἰκοῦσι διὰ τὴν ἀφαίρεσιν τῆς τῶν Σικελῶν χώρας, ἐστράτευσεν ἐπ᾿ αὐτούς. ὁμοίως δὲ καὶ τῶν Συρακοσίων στρατευσάντων ἐπὶ τὴν Κα- 20 τάνην, οὗτοι μὲν κοινῇ κατεκληρούχησαν τὴν χώραν καὶ τοὺς κατοικισθέντας ὑφ᾿ Ἱέρωνος τοῦ δυνάστου ἐπολέμουν· ἀντιταχθέντων δὲ τῶν ἐν τῇ Κατάνῃ καὶ λειφθέντων πλείοσι μάχαις, οὗτοι μὲν ἐξέπεσον ἐκ τῆς Κατάνης, καὶ τὴν νῦν οὖσαν Αἴτνην ἐκτή- 25 σαντο, πρὸ τούτου καλουμένην Ἴνησσαν, οἱ δ᾿ ἐξ ἀρχῆς ἐκ τῆς Κατάνης ὄντες ἐκομίσαντο πολλῷ χρόνῳ τὴν πατρίδα. τούτων δὲ πραχθέντων οἱ κατὰ 4

6 ἀποστάτας JKM 15 δουκέτιος P, δομέτιος v. 21 τοὺς add. Dind. κατοικισθέντες cod., corr. Wess. 25 ἐννησσίαν P, ἐννησίαν v., corr. Cluverius