Textus Originalis

332 DIODOR. XI 77. 78.

βαζος καὶ Μεγάβυζος, ὁρῶντες τὴν ὑπερβολὴν τῆς εὐτολμίας τῶν πολεμίων καὶ λογισάμενοι, διότι τού- τους οὐ δυνατὸν ἀνελεῖν ἄνευ τοῦ πολλὰς μυριάδας ἀποβαλεῖν τῶν ἰδίων, σπονδὰς ἔθεντο πρὸς τοὺς Ἀθηναίους, καθ᾿ ἃς ἔδει χωρὶς κινδύνων ἀπελθεῖν 5 5 αὐτοὺς ἐκ τῆς Αἰγύπτου. οἱ μὲν οὖν Ἀθηναῖοι διὰ τὴν ἰδίαν ἀρετὴν τυχόντες τῆς σωτηρίας ἀπῆλθον 463 ἐκ τῆς Αἰγύπτου, καὶ διὰ τῆς Λιβύης εἰς Κυρήνην ἀπελθόντες ἐσώθησαν παραδόξως εἰς τὴν πατρίδα. 6 ἅμα δὲ τούτοις πραττομένοις ἐν μὲν ταῖς Ἀθήναις 10 Ἐφιάλτης ὁ Σοφωνίδου, δημαγωγὸς ὢν καὶ τὸ πλῆ- θος παροξύνας κατὰ τῶν Ἀρεοπαγιτῶν, ἔπεισε τὸν δῆμον ψηφίσματι μειῶσαι τὴν ἐξ Ἀρείου πάγου βουλήν, καὶ τὰ πάτρια καὶ περιβόητα νόμιμα κατα- λῦσαι. οὐ μὴν ἀθῷός γε διέφυγε τηλικούτοις ἀνο- 15 μήμασιν ἐπιβαλόμενος, ἀλλὰ τῆς νυκτὸς ἀναιρεθεὶς ἄδηλον ἔσχε τὴν τοῦ βίου τελευτήν. 78 Τοῦ δ᾿ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Φιλοκλῆς, ἐν ῾Ρώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Αὖλος Ποστούμιος ῾Ρηγοῦλος καὶ 20 Σπόριος Φούριος Μεδιολανός. ἐπὶ δὲ τούτων Κο- ρινθίοις καὶ Ἐπιδαυρίοις πρὸς Ἀθηναίους ἐνστάν- τος πολέμου, ἐστράτευσαν ἐπ᾿ αὐτοὺς Ἀθηναῖοι, καὶ 2 γενομένης μάχης ἰσχυρᾶς ἐνίκησαν Ἀθηναῖοι. μεγάλῳ

2 διὰ τὸ (διότι ipse) τούτους οὐ δυνατὸν ἀνελεῖν ἄνευ P, om. v. 5 κινδύνου Pa ἀνελθεῖν cod. 11 Σοφω- νίδου Meursius, Σιμωνίδου cod. 15 ἀθῷος (Wess.) Cobet et Sauppe, ἀθρόως cod. 16 ἐπιβαλλόμενος P 20 διε- δέξατο P Αὖλος] Παῦλος f 21 Σπούριος P φρού- ριος PAF μεδιόλανος P 22 πρὸς Ἀθ. ἐ. π. PA, ἐ. π. πρὸς Ἀθ. cet. 23 καὶ γενομένης ** (eraso δὲ) P, γενομέ- νης δὲ v.