Textus Originalis
266 DIODOR. XI 28. 29. 30.
χρήματα διαπεμπόμενος τοῖς προεστηκόσι τῶν πό- 427 λεων, μετὰ δὲ ταῦτα πυνθανόμενος τὴν τῶν Ἀθη- ναίων ἀπόκρισιν καὶ παροξυνθείς, ἅπασαν ἦγεν ἐπὶ 4 τὴν Ἀττικὴν τὴν δύναμιν· χωρὶς γὰρ τῆς δεδομέ- νης ὑπὸ Ξέρξου στρατιᾶς πολλοὺς ἄλλους αὐτὸς 5 Μαρδόνιος ἐκ τῆς Θρᾴκης καὶ Μακεδονίας καὶ τῶν ἄλλων τῶν συμμαχίδων πόλεων ἠθροίκει, πλείους 5 τῶν εἴκοσι μυριάδων. τηλικαύτης δὲ δυνάμεως προαγούσης εἰς τὴν Ἀττικήν, οἱ μὲν Ἀθηναῖοι βι- βλιαφόρους ἀπέστειλαν πρὸς τοὺς Λακεδαιμονίους 10 δεόμενοι βοηθεῖν· βραδυνόντων δὲ αὐτῶν καὶ τῶν βαρβάρων ἐμβαλόντων εἰς τὴν Ἀττικήν, κατεπλά- γησαν, καὶ πάλιν ἀναλαβόντες τέκνα καὶ γυναῖκας καὶ τῶν ἄλλων ὅσα δυνατὸν ἦν ταχέως ἀποκομίζειν, ἐξέλιπον τὴν πατρίδα καὶ συνέφυγον πάλιν εἰς τὴν 15 6 Σαλαμῖνα. ὁ δὲ Μαρδόνιος χαλεπῶς ἔχων πρὸς αὐτούς, τὴν χώραν ἅπασαν κατέφθειρε καὶ τὴν πόλιν κατέσκαψε καὶ τὰ ἱερὰ τὰ καταλελειμμένα παντελῶς ἐλυμήνατο. 29 Ἐπανελθόντος δὲ εἰς τὰς Θήβας τοῦ Μαρδονίου 20 μετὰ τῆς δυνάμεως, ἔδοξε τοῖς συνέδροις τῶν Ἑλ- λήνων παραλαβεῖν τοὺς Ἀθηναίους, καὶ πανδημεὶ προελθόντας εἰς τὰς Πλαταιὰς διαγωνίσασθαι περὶ τῆς ἐλευθερίας, εὔξασθαι δὲ καὶ τοῖς θεοῖς, ἐὰν νικήσωσιν, ἄγειν κατὰ ταύτην τὴν ἡμέραν τοὺς 25 Ἕλληνας ἐλευθέρια κοινῇ, καὶ τὸν ἐλευθέριον ἀγῶνα
9 προσαγούσης PAFHL 12 ἐμβαλόντων PAF, ἐμβαλ- λόντων cet. 17 χώραν] πόλιν P 18 πόλιν] χώραν παν- τελῶς P, πόλιν παντελῶς cet. 20 Θήβας Dind., Ἀθήνας cod. 23 προσελθόντας cod., corr. Dind. 26 ἐλευθερίαν κοινὴν cod., corr. Reiske; idem τὸν τῶν ἐλευθερίων ἀγῶνα