Textus Originalis
Ol. 82, 2 : 451 a. Chr. 351
τὴν ἧτταν τοῖς ὅλοις συντριβείς, καὶ τῶν στρατιω- τῶν αὐτὸν τῶν μὲν καταλειπόντων, τῶν δ᾿ ἐπιβου- λευόντων, εἰς τὴν ἐσχάτην ἦλθεν ἀπόγνωσιν. Τέλος δὲ θεωρῶν τοὺς ὑπολοίπους φίλους μέλ- 92 5 λοντας αὐτῷ τὰς χεῖρας προσφέρειν, φθάσας αὐτοὺς καὶ νυκτὸς διαδρὰς ἀφίππευσεν εἰς τὰς Συρακούσας. ἔτι δὲ νυκτὸς οὔσης παρῆλθεν εἰς τὴν ἀγορὰν τῶν Συρακοσίων, καὶ καθίσας ἐπὶ τῶν βωμῶν ἱκέτης ἐγένετο τῆς πόλεως, καὶ ἑαυτόν τε καὶ τὴν χώραν 10 ἧς ἦν κύριος παρέδωκε τοῖς Συρακοσίοις. τοῦ δὲ 2 πλήθους διὰ τὸ παράδοξον συρρέοντος εἰς τὴν ἀγο- ράν, οἱ μὲν ἄρχοντες συνήγαγον ἐκκλησίαν καὶ προέθηκαν βουλὴν περὶ τοῦ Δουκετίου τί χρὴ πράττειν. ἔνιοι μὲν οὖν τῶν δημηγορεῖν εἰωθότων 3 15 συνεβούλευον κολάζειν ὡς πολέμιον καὶ περὶ τῶν ἡμαρτημένων τὴν προσήκουσαν ἐπιθεῖναι τιμωρίαν· οἱ δὲ χαριέστατοι τῶν πρεσβυτέρων παριόντες ἀπε- φαίνοντο σῴζειν τὸν ἱκέτην, καὶ τὴν τύχην καὶ τὴν νέμεσιν τῶν θεῶν ἐντρέπεσθαι· δεῖν γὰρ σκοπεῖν 474 20 οὐ τί παθεῖν ἄξιός ἐστι Δουκέτιος, ἀλλὰ τί πρέπει πρᾶξαι Συρακοσίοις· ἀποκτεῖναι γὰρ τὸν πεπτωκότα τῇ τύχῃ μὴ προσῆκον, σῴζειν δ᾿ ἅμα τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ τὸν ἱκέτην ἄξιον εἶναι τῆς τοῦ δήμου μεγαλοψυχίας. ὁ δὲ δῆμος ὥσπερ 4 25 τινὶ μιᾷ φωνῇ σῴζειν πάντοθεν ἐβόα τὸν ἱκέτην. Συρακόσιοι μὲν οὖν ἀπολύσαντες τῆς τιμωρίας τὸν
1 τοῖς] ἐν P² 2 καταλειπόντων PL, καταλιπόντων cet. 17 παρόντες cod., corr. Hertl. 19 δεῖν Eich., δεῖ cod. 23 εἶναι Eich., ἐστι cod. 24 post μεγαλοψυχίας in mg. τυγχάνειν add. P¹ 25 τινὶ] τῇ f πάντοθεν ἐβόα] ἅπαντες ἐβόων f 26 οὖν add. Dind.