Textus Originalis
350 DIODOR. XI 91. 92.
Σικελῶν ἔχων τὴν ἡγεμονίαν Αἴτνην μὲν κατελά- βετο, τὸν ἡγούμενον αὐτῆς δολοφονήσας, εἰς δὲ τὴν Ἀκραγαντίνων χώραν ἀναζεύξας μετὰ δυνάμεως Μότυον φρουρούμενον ὑπὸ τῶν Ἀκραγαντίνων ἐπο- λιόρκησε· τῶν δὲ Ἀκραγαντίνων καὶ Συρακοσίων 5 ἐπιβοηθησάντων, συνάψας μάχην καὶ προτερήσας 2 ἐξήλασεν ἀμφοτέρους ἐκ τῶν στρατοπέδων. καὶ τότε μὲν τοῦ χειμῶνος ἐνισταμένου διεχωρίσθησαν εἰς τὴν οἰκείαν, οἱ δὲ Συρακόσιοι τὸν στρατηγὸν Βόλ- κωνα, τῆς ἥττης αἴτιον ὄντα καὶ δόξαντα λάθρᾳ 10 συμπράττειν τῷ Δουκετίῳ, καταδικάσαντες ὡς προ- δότην ἀπέκτειναν. τοῦ θέρους δὲ ἀρχομένου στρα- τηγὸν ἕτερον κατέστησαν, ᾧ δύναμιν ἀξιόλογον δόν- 3 τες προσέταξαν καταπολεμῆσαι Δουκέτιον. οὗτος δὲ πορευθεὶς μετὰ τῆς δυνάμεως κατέλαβε τὸν Δου- 15 κέτιον στρατοπεδεύοντα περὶ τὰς Νομάς· γενομένης δὲ παρατάξεως μεγάλης, καὶ πολλῶν παρ᾿ ἀμφοτέ- ροις πιπτόντων, μόγις Συρακόσιοι βιασάμενοι τοὺς Σικελοὺς ἐτρέψαντο, καὶ κατὰ τὴν φυγὴν πολλοὺς ἀνεῖλον. τῶν δὲ διαφυγόντων οἱ πλείους μὲν εἰς 20 τὰ φρούρια τῶν Σικελῶν διεσώθησαν, ὀλίγοι δὲ μετὰ Δουκετίου τῶν αὐτῶν ἐλπίδων μετέχειν προ- 4 είλοντο. ἅμα δὲ τούτοις πραττομένοις Ἀκραγαντῖνοι τὸ Μότυον φρούριον κατεχόμενον ὑπὸ τῶν μετὰ Δουκετίου Σικελῶν ἐξεπολιόρκησαν, καὶ τὴν δύναμιν 25 ἀπαγαγόντες πρὸς τοὺς Συρακοσίους νενικηκότας ἤδη κοινῇ κατεστρατοπέδευσαν. Δουκέτιος δὲ διὰ
5 Ἀκραγαντίνων καὶ om. v. 9 Βόλκωνα AF 16 Νομάς] Νόας vel Μενάς Dind. (cf. 88, 6) 18 μόλις cod. 19 τὴν om. v. 20 διαφευγόντων P 22 δουκέτιον P