Textus Originalis
V 24. 25. 26. 37
αἰθρίας κρυστάλλῳ καὶ πάγοις ἐξαισίοις πλήθει, δι᾿ ὧν οἱ ποταμοὶ πηγνύμενοι διὰ τῆς ἰδίας φύσεως γεφυροῦνται· οὐ μόνον γὰρ οἱ τυχόντες ὁδῖται κατ᾿ ὀλίγους κατὰ τοῦ κρυστάλλου πορευόμενοι διαβαί- 5 νουσιν, ἀλλὰ καὶ στρατοπέδων μυριάδες μετὰ σκευ- οφόρων καὶ ἁμαξῶν γεμουσῶν ἀσφαλῶς περαιοῦν- ται. πολλῶν δὲ καὶ μεγάλων ποταμῶν ῥεόντων 3 διὰ τῆς Γαλατίας καὶ τοῖς ῥείθροις ποικίλως τὴν πεδιάδα γῆν τεμνόντων, οἱ μὲν ἐκ λιμνῶν ἀβύσ- 10 σων ῥέουσιν, οἱ δ᾿ ἐκ τῶν ὀρῶν ἔχουσι τὰς πηγὰς καὶ τὰς ἐπιρροίας· τὴν δ᾿ ἐκβολὴν οἱ μὲν εἰς τὸν ὠκεανὸν ποιοῦνται, οἱ δ᾿ εἰς τὴν καθ᾿ ἡμᾶς θά- λατταν. μέγιστος δ᾿ ἐστὶ τῶν εἰς τὸ καθ᾿ ἡμᾶς 4 πέλαγος ῥεόντων ὁ ῾Ροδανός, τὰς μὲν πηγὰς ἔχων 15 ἐν τοῖς Ἄλπειοις ὄρεσι, πέντε δὲ στόμασιν ἐξερευ- γόμενος εἰς τὴν θάλατταν. τῶν δ᾿ εἰς τὸν ὠκεα- νὸν ῥεόντων μέγιστοι δοκοῦσιν ὑπάρχειν ὅ τε Δα- νούβιος καὶ ὁ ῾Ρῆνος, ὃν ἐν τοῖς καθ᾿ ἡμᾶς χρό- 350 νοις Καῖσαρ ὁ κληθεὶς θεὸς ἔζευξε παραδόξως, καὶ 20 περαιώσας πεζῇ τὴν δύναμιν ἐχειρώσατο τοὺς πέ- ραν κατοικοῦντας αὐτοῦ Γαλάτας. πολλοὶ δὲ καὶ 5 ἄλλοι πλωτοὶ ποταμοὶ κατὰ τὴν Κελτικήν εἰσι, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. πάντες δὲ σχεδὸν ὑπὸ τοῦ πάγου πηγνύμενοι γεφυροῦσι τὰ ῥεῖθρα, καὶ τοῦ 25 κρυστάλλου διὰ τὴν φυσικὴν λειότητα ποιοῦντος τοὺς διαβαίνοντας ὀλισθάνειν, ἀχύρων ἐπιβαλλο- μένων ἐπ᾿ αὐτοὺς ἀσφαλῆ τὴν διάβασιν ἔχουσιν. Ἴδιον δέ τι καὶ παράδοξον συμβαίνει κατὰ τὴν 26
9 γῆν om. A 15 Ἀλπίοις D, Ἀλπειοίου C, Ἄλπεσιν FG 15 δέ om. D 16 τὴν om. D 25 ἰδιότητα D