Textus Originalis

36 DIODORI SICULI

2 δένα τούτων ἄξιον ἑαυτῆς εἶναι. κατὰ δὲ τὴν Ἡρα- 349 κλέους ἐπὶ Γηρυόνην στρατείαν, καταντήσαντος εἰς τὴν Κελτικὴν αὐτοῦ καὶ πόλιν Ἀλησίαν ἐν ταύτῃ κτίσαντος, θεασαμένη τὸν Ἡρακλέα καὶ θαυμάσασα τήν τε ἀρετὴν αὐτοῦ καὶ τὴν τοῦ σώματος ὑπερο- 5 χήν, προσεδέξατο τὴν ἐπιπλοκὴν μετὰ πάσης προ- 3 θυμίας, συγκατανευσάντων καὶ τῶν γονέων. μι- γεῖσα δὲ τῷ Ἡρακλεῖ ἐγέννησεν υἱὸν ὀνόματι Γα- λάτην, πολὺ προέχοντα τῶν ὁμοεθνῶν ἀρετῇ τε ψυχῆς καὶ ῥώμῃ σώματος. ἀνδρωθεὶς δὲ τὴν ἡλικίαν 10 καὶ διαδεξάμενος τὴν πατρῴαν βασιλείαν, πολλὴν μὲν τῆς προσοριζούσης χώρας κατεκτήσατο, μεγάλας δὲ πράξεις πολεμικὰς συνετέλεσε. περιβόητος δὲ γενόμενος ἐπ᾿ ἀνδρείᾳ τοὺς ὑφ᾿ αὑτὸν τεταγμένους ὠνόμασεν ἀφ᾿ ἑαυτοῦ Γαλάτας· ἀφ᾿ ὧν ἡ σύμπασα 15 Γαλατία προσηγορεύθη. 25 Ἐπεὶ δὲ περὶ τῆς τῶν Γαλατῶν προσηγορίας διήλθομεν, καὶ περὶ τῆς χώρας αὐτῶν δέον ἐστὶν εἰπεῖν. ἡ τοίνυν Γαλατία κατοικεῖται μὲν ὑπὸ πολ- λῶν ἐθνῶν διαφόρων τοῖς μεγέθεσι· τὰ μέγιστα 20 γὰρ αὐτῶν σχεδὸν εἴκοσι μυριάδας ἀνδρῶν ἔχει, τὰ δ᾿ ἐλάχιστα πέντε μυριάδας, ὧν ἕν ἐστι πρὸς ῾Ρω- μαίους ἔχον συγγένειαν παλαιὰν καὶ φιλίαν τὴν 2 μέχρι τῶν καθ᾿ ἡμᾶς χρόνων διαμένουσαν. κει- μένη δὲ κατὰ τὸ πλεῖστον ὑπὸ τὰς ἄρκτους χει- 25 μέριός ἐστι καὶ ψυχρὰ διαφερόντως. κατὰ γὰρ τὴν χειμερινὴν ὥραν ἐν ταῖς συννεφέσιν ἡμέραις ἀντὶ μὲν τῶν ὄμβρων χιόνι πολλῇ νίφεται, κατὰ δὲ τὰς

7 μιχθεῖσα II 8 ὄνομα II 14 ὑπ’ αὐτὸν v. 22 ἕν ἐστι A, ἐστι CDE, ἐστιν ἓν cet. 28 τῶν om. Dind.