Textus Originalis

V 26. 27. 28. 39

ὑπουργεῖ. ἡ γὰρ τῶν ποταμῶν ῥύσις σκολιοὺς τοὺς ἀγκῶνας ἔχουσα, [καὶ] τοῖς τῶν παρακειμένων ὀρῶν ὄχθοις προσαράττουσα καὶ μεγάλους ἀπορρηγνῦσα κολωνούς, πληροῖ χρυσοῦ ψήγματος. τοῦτο δ᾿ οἱ 2 5 περὶ τὰς ἐργασίας ἀσχολούμενοι συνάγοντες ἀλή- 351 θουσιν [ἢ συγκόπτουσι] τὰς ἐχούσας τὸ ψῆγμα βώ- λους, διὰ δὲ τῶν ὑδάτων τῆς φύσεως τὸ γεῶδες πλύναντες παραδιδόασιν ἐν ταῖς καμίνοις εἰς τὴν χωνείαν. τούτῳ δὲ τῷ τρόπῳ σωρεύοντες χρυσοῦ 3 10 πλῆθος καταχρῶνται πρὸς κόσμον οὐ μόνον αἱ γυ- ναῖκες, ἀλλὰ καὶ οἱ ἄνδρες. περὶ μὲν γὰρ τοὺς καρποὺς καὶ τοὺς βραχίονας ψέλια φοροῦσι, περὶ δὲ τοὺς αὐχένας κρίκους παχεῖς ὁλοχρύσους καὶ δα- κτυλίους ἀξιολόγους, ἔτι δὲ χρυσοῦς θώρακας. ἴδιον 4 15 δέ τι καὶ παράδοξον παρὰ τοῖς ἄνω Κελτοῖς ἐστι περὶ τὰ τεμένη τῶν θεῶν γινόμενον· ἐν γὰρ τοῖς ἱεροῖς καὶ τεμένεσιν ἐπὶ τῆς χώρας ἀνειμένοις ἔρ- ριπται πολὺς χρυσὸς ἀνατεθειμένος τοῖς θεοῖς, καὶ τῶν ἐγχωρίων οὐδεὶς ἅπτεται τούτου διὰ τὴν δει- 20 σιδαιμονίαν, καίπερ ὄντων τῶν Κελτῶν φιλαργύρων καθ᾿ ὑπερβολήν. Οἱ δὲ Γαλάται τοῖς μὲν σώμασίν εἰσιν εὐμήκεις, 28 ταῖς δὲ σαρξὶ κάθυγροι καὶ λευκοί, ταῖς δὲ κόμαις οὐ μόνον ἐκ φύσεως ξανθοί, ἀλλὰ καὶ διὰ τῆς κατα- 25 σκευῆς ἐπιτηδεύουσιν αὔξειν τὴν φυσικὴν τῆς χρόας ἰδιότητα. τιτάνου γὰρ ἀποπλύματι σμῶντες τὰς τρίχας συνεχῶς [καὶ] ἀπὸ τῶν μετώπων ἐπὶ τὴν

1 ὑπορρεῖ D 2 καὶ om. D 6 ἢ (καὶ FG) συγκόπτουσι del. Dind. 8 ἐν f. del. 10 πρὸς] ταῖς πρὸς AD 12 ψέλλια v. 27 καὶ del. Dind.; ἵνα διαφανεῖς ὦσι add. G