Textus Originalis

40 DIODORI SICULI

κορυφὴν καὶ τοὺς τένοντας ἀνασπῶσιν, ὥστε τὴν πρόσοψιν αὐτῶν φαίνεσθαι Σατύροις καὶ Πᾶσιν ἐοικυῖαν· παχύνονται γὰρ αἱ τρίχες ἀπὸ τῆς κατερ- γασίας, ὥστε μηδὲν τῆς τῶν ἵππων χαίτης διαφέ- 3 ρειν. τὰ δὲ γένεια τινὲς μὲν ξυρῶνται, τινὲς δὲ 5 μετρίως ὑποτρέφουσιν· οἱ δ᾿ εὐγενεῖς τὰς μὲν πα- ρειὰς ἀπολειαίνουσι, τὰς δ᾿ ὑπήνας ἀνειμένας ἐῶσιν, ὥστε τὰ στόματα αὐτῶν ἐπικαλύπτεσθαι. διόπερ ἐσθιόντων μὲν αὐτῶν ἐμπλέκονται ταῖς τροφαῖς, πινόντων δὲ καθαπερεὶ διά τινος ἠθμοῦ φέρεται τὸ 10 4 πόμα. δειπνοῦσι δὲ καθήμενοι πάντες οὐκ ἐπὶ θρόνων, ἀλλ᾿ ἐπὶ τῆς γῆς, ὑποστρώμασι χρώμενοι λύκων ἢ κυνῶν δέρμασι. διακονοῦνται δ᾿ ὑπὸ τῶν νεωτάτων παίδων ἐχόντων ἡλικίαν, ἀρρένων τε καὶ θηλειῶν. πλησίον δ᾿ αὐτῶν ἐσχάραι κεῖνται γέμου- 15 σαι πυρὸς καὶ λέβητας ἔχουσαι καὶ ὀβελοὺς πλήρεις κρεῶν ὁλομερῶν. τοὺς δ᾿ ἀγαθοὺς ἄνδρας ταῖς καλλίσταις τῶν κρεῶν μοίραις γεραίρουσι, καθάπερ καὶ ὁ ποιητὴς τὸν Αἴαντα παρεισάγει τιμώμενον ὑπὸ τῶν ἀριστέων, ὅτε πρὸς Ἕκτορα μονομαχήσας 20 ἐνίκησε, νώτοισιν δ᾿ Αἴαντα διηνεκέεσσι γέραιρε. 5 καλοῦσι δὲ καὶ τοὺς ξένους ἐπὶ τὰς εὐωχίας, καὶ μετὰ τὸ δεῖπνον ἐπερωτῶσι, τίνες εἰσὶ καὶ τίνων χρείαν ἔχουσιν. εἰώθασι δὲ καὶ παρὰ τὸ δεῖπνον 25 ἐκ τῶν τυχόντων πρὸς τὴν διὰ τῶν λόγων ἅμιλλαν 352 καταστάντες, ἐκ προκλήσεως μονομαχεῖν πρὸς ἀλλή- λους, παρ᾿ οὐδὲν τιθέμενοι τὴν τοῦ βίου τελευτήν·

3 γὰρ] τε γὰρ D ὑπὸ D 7 ἀπολιαίνουσι AD 10 καθάπερ v.