Textus Originalis
Wess. vol. I. p. 539
Τάδ᾽ ἔνεστιν ἐν τῇ τρισκαιδεκάτῃ τῶν Διοδώρου βύβλων. Στρατεία ᾿Αϑηναίων ἐπὶ Συρακοσίους μεγάλαις δυνάμεσι πεζικαῖς τε καὶ ναυτικαῖς. Κατάπλους ᾿Αϑηναίων εἰς Σικελίαν. Κατάκλησις ᾿Αλκιβιάδου τοῦ στρατηγοῦ καὶ φυγὴ εἰς Λακεδαίμονα. Ὡς ᾿Αϑηναῖοι διαπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων κατελάβοντο τοὺς περὶ τὸ ᾿Ολύμπιον τόπους. Ὡς ᾿Αϑηναῖοι τὰς ᾿Επιπολὰς καταλαβόμενοι καὶ μάχῃ νικήσαντες ἐξ ἀμφοτέρων τῶν μερῶν ἐπολιόρκησαν τὰς Συρακούσας. Ὡς Λακεδαιμονίων καὶ Κορινϑίων πεμψάντων βοήϑειαν ἐϑάρρησαν οἱ Συρακόσιοι. Μάχη Συρακοσίων καὶ ᾿Αϑηναίων καὶ νίκη ᾿Αϑηναίων μεγάλη. Μάχη τοῖς αὐτοῖς καὶ νίκη Συρακοσίων. Ὡς Συρακόσιοι τῶν ᾿Επιπολῶν κρατήσαντες ἠνάγκασαν τοὺς ᾿Αϑηναίους εἰς μίαν ἐλϑεῖν παρεμβολὴν τὴν πρὸς τῷ ᾿Ολυμπίῳ. Ὡς ναυτικὴν δύναμιν οἱ Συρακόσιοι κατασκευάσαντες ναυμαχεῖν διέγνωσαν.
Note a pie di pagina
1 Huius argumenti variae lectiones quas novimus omnes redeunt ad PAL. — Διοδώρου Σικελιωτου ἱστοριῶν: Ταδ᾽ ἔνεστιν ἐν τῇ ΙΓ τῶν Διοδώρου βύβλων P, om. AL
2 4 μετάκλησις Eich., cf. p. 2, 2
3 9 συρακούσσας P ut solet
4 12 ἀνεϑάρρησαν Dind. (cf. c. 7, 6)
5 17 προστὰ ὀλυμπίω P