Textus Originalis

2 DIODOR. XIII.

2 DIODOR. XIII.

Ὡς ᾿Αϑηναῖοι Λαμάχου τοῦ στρατηγοῦ τελευτήσαντος καὶ ᾿Αλκιβιάδου μετακληϑέντος, ἀντὶ τούτων στρατηγοὺς ἔπεμψαν Εὐρυμέδοντα καὶ Δημοσϑένην ἔχοντας δύναμιν καὶ χρήματα. Διάλυσις σπονδῶν ὑπὸ Λακεδαιμονίων καὶ πόλεμος πρὸς ᾿Αϑηναίους ὁ Πελοποννησιακὸς λεγόμενος. Ναυμαχία Συρακοσίων καὶ ᾿Αϑηναίων καὶ νίκη ᾿Αϑηναίων, καὶ ἅλωσις φρουρίων ὑπὸ Συρακοσίων καὶ κατὰ γῆν νίκη. Ναυμαχία πάσαις ταῖς ναυσὶν ἐν τῷ μεγάλῳ λιμένι καὶ νίκη Συρακοσίων. Κατάπλους ἐξ ᾿Αϑηνῶν Δημοσϑένους καὶ Εὐρυμέδοντος μετὰ δυνάμεως ἀξιολόγου. Μάχη μεγάλη περὶ τὰς ᾿Επιπολὰς καὶ νίκη Συρακοσίων. Διασπαρμὸς τῶν ᾿Αϑηναίων καὶ ἅλωσις τῆς πάσης δυνάμεως. Ὡς Συρακόσιοι συνελϑόντες εἰς ἐκκλησίαν προέϑηκαν βουλήν, πῶς χρηστέον τοῖς αἰχμαλώτοις. Οἱ ῥηϑέντες λόγοι πρὸς ἑκάτερον μέρος τῆς ὑποϑέσεως. Τὰ ψηφισϑέντα τοῖς Συρακοσίοις περὶ τῶν αἰχμαλώτων. Ὡς ᾿Αϑηναίων πταισάντων περὶ Σικελίαν πολλοὶ τῶν συμμάχων ἀπέστησαν. Ὡς ὁ δῆμος τῶν ᾿Αϑηναίων ἀϑυμήσας παρεχώρησε τῆς δημοκρατίας καὶ τετρακοσίοις ἀνδράσι τὴν πολιτείαν ἐπέτρεψαν. Ὡς Λακεδαιμόνιοι ταῖς ναυμαχίαις τοὺς ᾿Αϑηναίους ἐνίκησαν. Ὡς Συρακόσιοι τοὺς ἀνδραγαϑήσαντας κατὰ τὸν πόλεμον ἀξιολόγοις δωρεαῖς ἐτίμησαν. Ὡς Διοκλῆς νομοϑέτης αἱρεϑεὶς ἔγραψε τοὺς νόμους Συρακοσίοις. Ὡς Συρακόσιοι τοῖς Λακεδαιμονίοις δύναμιν ἀξιόλογον ἔπεμψαν.

Note a pie di pagina

1 1 τοῦ om. P

2 6 Πελοποννησιακὸς] σικελικὸς Wess. ex c. 9, 2

3 17 μέρος om. L

4 22 ἐπέτρεψε c. 34, 2

5 27 ἀξιολόγοις δωρεαῖς] δωρεαῖς μεγάλαις L

6 28 Διοκλῆς] ὁ add. P