Textus Originalis
152 DIODOR. XIII 97. 98.
μάντεων. τοῖς μὲν γὰρ Λακεδαιμονίοις ἡ τοῦ ϑύματος κεφαλὴ κειμένη παρὰ τὸν αἰγιαλὸν ἀφανὴς ἐγεγόνει, προσκλύζοντος τοῦ κύματος: διόπερ ὁ μάντις προύλεγε, διότι τελευτήσει ναυμαχῶν ὁ ναύαρχος: οὗ ῥηϑέντος φασὶ τὸν Καλλικρατίδαν εἰπεῖν, ὅτι τελευτήσας κατὰ τὴν μάχην οὐδὲν ἀδοξοτέραν ποιήσει τὴν Σπάρτην. τῶν δ᾽ ᾿Αϑηναίων ὁ στρατηγὸς Θρασύβουλος, ὃς ἦν ἐπὶ τῆς ἡγεμονίας ἐκείνην τὴν ἡμέραν, εἶδε κατὰ τὴν νύκτα τοιαύτην ὄψιν. ἔδοξεν ᾿Αϑήνησι τοῦ ϑεάτρου πλήϑοντος αὐτός τε καὶ τῶν ἄλλων στρατηγῶν ἓξ ὑποκρίνεσϑαι τραγῳδίαν Εὐριπίδου Φοινίσσας, τῶν δ᾽ ἀντιπάλων ὑποκρινομένων τὰς ῾Ικέτιδας δόξαι τὴν Καδμείαν νίκην αὐτοῖς περιγενέσϑαι, καὶ πάντας ἀποϑανεῖν μιμουμένους τὰ πράγματα τῶν ἐπὶ τὰς Θήβας στρατευσάντων. ἀκούσας δ᾽ ὁ μάντις ταῦτα διεσάφει τοὺς ἑπτὰ τῶν στρατηγῶν ἀναιρεϑήσεσϑαι, τῶν δ᾽ ἱερῶν φερόντων νίκην, οἱ στρατηγοὶ περὶ μὲν τῆς ἑαυτῶν ἀπωλείας ἐκώλυον ἑτέροις ἀπαγγέλλειν, περὶ δὲ τῆς ἐν τοῖς ἱεροῖς νίκης ἀνήγγειλαν καϑ᾽ ὅλην τὴν δύναμιν. 98 Καλλικρατίδας δ᾽ ὁ ναύαρχος συναγαγὼν τὰ πλήϑη καὶ παραϑαρσύνας τοῖς οἰκείοις λόγοις, τὸ τελευταῖον εἶπεν εἰς τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον οὕτως εἰμὶ πρόϑυμος αὐτός, ὥστε τοῦ μάντεως
Note a pie di pagina
1 1 παρ᾽ O, καίπερ παρ᾽ Wurm
2 τῶν om. PA
3 6 ἀδοξότερον v
4 8 Θράσυλλος Wess.
5 13 Καδμίαν PJ
6 14 προσγενέσϑαι O, corr. Hert.
7 16 δ᾽ om. P
8 18 ἱερῶν Dind., ἱερείων O
9 19 ἐκώλυον Wetsten., ἐκέλευον O
10 ἑταίροις Rhod.
11 20 ἱερείοις Reiske
12 νίκης] νίκην οἱ στρατηγοί P, νίκης οἱ στρατηγοί K (ex v. 18)
13 22 δ᾽ om. P
14 23 παραϑρασύνας O-PA
15 25 εἰμὶ Wess., ἐστὶν P, ἐστὶ c; εἶναι Reiske