Textus Originalis
Ol. 93, 3 : 406 a. Chr. 151
εὐϑέτους εἰς τὴν στρατιάν. παρεσκευάσαντο δὲ ναῦς ἑξήκοντα, καὶ ταύτας πολυτελῶς καταρτίσαντες ἐξέπλευσαν εἰς Σάμον, ἐν ᾗ κατέλαβον τοὺς ἄλλους στρατηγοὺς ἀπὸ τῶν ἄλλων νήσων ὀγδοήκοντα τριήρεις ἠϑροικότας. δεηϑέντες δὲ καὶ τῶν Σαμίων προσπληρῶσαι δέκα τριήρεις, ἀνήχϑησαν ἁπάσαις ταῖς ναυσὶν οὔσαις ἑκατὸν πεντήκοντα, καὶ κατέπλευσαν εἰς τὰς ᾿Αργινούσας νήσους, σπεύδοντες λῦσαι τὴν Μιτυλήνης πολιορκίαν. ὁ δὲ τῶν Λακεδαιμονίων ναύαρχος Καλλικρατίδας πυϑόμενος τὸν κατάπλουν τῶν νεῶν, ἐπὶ μὲν τῆς πολιορκίας κατέλιπεν ᾿Ετεόνικον μετὰ τῆς πεζῆς δυνάμεως, αὐτὸς δὲ πληρώσας ναῦς ἑκατὸν τεσσαράκοντα κατὰ σπουδὴν ἀνήχϑη [καὶ] τῶν ᾿Αργινουσῶν περὶ ϑάτερα μέρη. αἱ νῆσοι τότ᾽ ἦσαν οἰκούμεναι καὶ πολισμάτιον Αἰολικὸν ἔχουσαι, κείμεναι μεταξὺ Μιτυλήνης καὶ Κύμης, ἀπέχουσαι τῆς ἠπείρου βραχὺ παντελῶς καὶ τῆς ἄκρας τῆς Κανίδος. οἱ δ᾽ ᾿Αϑηναῖοι τὸν μὲν κατάπλουν τῶν πολεμίων εὐϑέως ἔγνωσαν, οὐ μακρὰν ὁρμοῦντες, διὰ δὲ τὸ μέγεϑος τῶν πνευμάτων τὸ μὲν ναυμαχεῖν ἀπέγνωσαν, εἰς δὲ τὴν ἐχομένην ἡμέραν ἡτοιμάζοντο τὰ πρὸς τὴν ναυμαχίαν, τὸ αὐτὸ ποιούντων καὶ τῶν Λακεδαιμονίων, καίπερ ἀμφοτέροις ἀπαγορευόντων τῶν
Note a pie di pagina
1 1 στρατιάν] στρατείαν O
2 3 κατέπλευσαν P
3 κατέλαυνον P
4 4 ἄλλων del. Wurm
5 5 ἠϑροικέναι P²
6 δεηϑέντων P
7 9 μιτυλήνην P
8 12 τῆς PFJ, om. c
9 πεζῆς] πολλῆς O (c. 100, 5)
10 14 καὶ] κατὰ P, del. Wess., κάμπτων Wurm
11 περὶ] περιέκαμψε Reiske, ἐπὶ Dind.
12 ϑάτερον μέρος Reiske
13 15 μέρη] ὥρμει add. Madvig
14 18 Κανίδος Casaubonus, κατάνιδος O
15 21 τὸ] τότε Sintenis
16 22 τὰ add. L; ἡτοίμαζον τὰ fort. (c. 80, 5)
17 24 καίπερ P, καὶ