Textus Originalis

154 DIODOR. XIII 98. 99.

154 DIODOR. XIII 98. 99.

τοῖς, ὧν Θρασώνδας ὁ Θηβαῖος τὴν ἡγεμονίαν ἔσχεν. οὐ δυνάμενος δὲ τὴν τάξιν ἐξισῶσαι τοῖς πολεμίοις διὰ τὸ τὰς νήσους πολὺν ἐπέχειν τόπον, διείλατο τὴν δύναμιν, καὶ δύο ποιήσας στόλους πρὸς ἑκάτερον μέρος δίχα διηγωνίζετο. διὸ καὶ παρείχετο μεγάλην κατάπληξιν πολλαχῆ τοῖς ϑεωμένοις, ὡς ἂν τεττάρων μὲν στόλων ναυμαχούντων, τῶν δὲ νεῶν συνηϑροισμένων εἰς ἕνα τόπον οὐ πολλαῖς ἐλάττω τῶν τριακοσίων: μεγίστη γὰρ αὕτη μνημονεύεται ναυμαχία γεγενημένη [τοῖς] ῞Ελλησι πρὸς ῞Ελληνας. ἅμα δ᾽ οἵ τε ναύαρχοι τοῖς σαλπιγκταῖς παρεκελεύοντο σημαίνειν καὶ τὸ παρ᾽ ἑκατέροις πλῆϑος ἐναλλὰξ ἐπαλαλάζον ἐξαίσιον ἐποίει βοήν: πάντες δὲ μετὰ σπουδῆς ἐλαύνοντες τὸ ῥόϑιον ἐφιλοτιμοῦντο πρὸς ἀλλήλους, ἑκάστου σπεύδοντος πρώτου κατάρξασϑαι τῆς μάχης. ἔμπειροί τε γὰρ ἦσαν τῶν κινδύνων οἱ πλεῖστοι διὰ τὸ μῆκος τοῦ πολέμου καὶ σπουδὴν ἀνυπέρβλητον εἰσεφέροντο διὰ τὸ τοὺς κρατίστους εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα συνηϑροῖσϑαι: πάντες γὰρ ὑπελάμβανον τοὺς ταύτῃ τῇ μάχῃ νικήσαντας πέρας ἐπιϑήσειν τῷ πολέμῳ. οὐ μὴν ἀλλ᾽ ὁ Καλλικρατίδας ἀκηκοὼς τοῦ μάντεως τὴν περὶ αὐτὸν ἐσομένην τελευτήν, ἔσπευδεν ἐπιφανέστατον ἑαυτῷ περιποιήσασϑαι ϑάνατον. διόπερ πρῶτος ἐπὶ τὴν Λυσίου τοῦ στρατηγοῦ ναῦν ἐπιπλεύσας, καὶ σὺν ταῖς ἅμα πλεούσαις

Note a pie di pagina

1 2 ἔσχεν] εἶχεν Hert.

2 9 ἔλαττον Dind.

3 10 γεγενέναι M (XI 61, 7. XV 57, 3); τῶν ῞Ελλησι πρὸς ῞Ελληνας γεγενημένων c. 102, 4

4 τοῖς del. Dind.

5 16 τὴν μάχην P

6 18 ἐπεφέροντο O, corr. Hert.

7 19 τὸ add. Steph.

8 εἰς add. M et Steph.

9 25 Λυσίου Palmer., Ναυσίου O