Textus Originalis
Ol. 98, 3 : 406 a. Chr. 155
τριήρεσιν ἐξ ἐφόδου τρώσας, κατέδυσε: τῶν δ᾽ ἄλλων τὰς μὲν τοῖς ἐμβόλοις τύπτων ἄπλους ἐποίει, τῶν δὲ τοὺς ταρσοὺς παρασύρων ἀχρήστους ἀπετέλει πρὸς τὴν μάχην. τὸ δὲ τελευταῖον δοὺς ἐμβολὴν τῇ τοῦ Περικλέους τριήρει βιαιότερον, τῆς μὲν τριήρους ἐπὶ πολὺν ἀνέρρηξε τόπον, τοῦ δὲ στόματος ἐναρμοσϑέντος εἰς τὴν λακίδα, καὶ μὴ δυναμένων αὐτῶν ἀνακρούσασϑαι, Περικλῆς μὲν ἐπέβαλε τῇ τοῦ Καλλικρατίδα νηὶ σιδηρᾶν χεῖρα, προσαφϑείσης δ᾽ αὐτῆς οἱ μὲν ᾿Αϑηναῖοι περιστάντες τὴν ναῦν εἰσήλλοντο, καὶ περιχυϑέντες τοὺς ἐν αὐτῇ πάντας ἀπέσφαξαν. τότε δή φασι τὸν Καλλικρατίδαν λαμπρῶς ἀγωνισάμενον καὶ πολὺν ἀντισχόντα χρόνον, τὸ τελευταῖον ὑπὸ τοῦ πλήϑους πανταχόϑεν τιτρωσκόμενον καταπονηϑῆναι. ὡς δὲ τὸ περὶ τὸν ναύαρχον ἐλάττωμα συμφανὲς ἐγένετο, συνέβη τοὺς Πελοποννησίους δείσαντας ἐγκλῖναι. τοῦ δὲ δεξιοῦ μέρους τῶν Πελοποννησίων φυγόντος, οἱ τὸ λαιὸν ἔχοντες Βοιωτοὶ χρόνον μέν τινα διεκαρτέρουν εὐρώστως ἀγωνιζόμενοι: εὐλαβοῦντο γὰρ αὐτοί τε καὶ οἱ συγκινδυνεύοντες Εὐβοεῖς καὶ πάντες οἱ τῶν ᾿Αϑηναίων ἀφεστηκότες, μήποτε ᾿Αϑηναῖοι τὴν ἀρχὴν ἀνακτησάμενοι τιμωρίαν παρ᾽ αὐτῶν λάβωσιν ὑπὲρ τῆς ἀποστάσεως: ἐπειδὴ δὲ τὰς πλείστας ναῦς ἑώρων τετρωμένας καὶ τὸ πλῆϑος τῶν νικώντων ἐπ᾽ αὐτοὺς ἐπιστραφέν, ἠναγκάσϑησαν φυγεῖν. τῶν μὲν οὖν
Note a pie di pagina
1 3 παρασύρων add. Wurm et Cobet
2 4 ἐμβολὴν Wess., ἔμβολον O
3 7 λακίδα Dobraeus, ἀκίδα O
4 9 προσαχϑείσης O, corr. Reiske
5 12 φησὶ P
6 15 καταποντισϑῆναι Palm.
7 17 ἐκκλῖναι v
8 18 φυγόντων O, corr. Eich.
9 20 αὐτοί τε καὶ Wurm, αὐτοὺς O; οἱ αὐτοῖς Reiske