Textus Originalis
Ol. 93, 4 : 405 a. Chr. 169
περὶ Γέλαν ἐσύλησαν, συνέβη τιμηϑῆναι ϑυσίαις καὶ προσόδοις ταῖς μεγίσταις ὑπὸ τῶν Ἑλλήνων, ὡς αἴτιον γεγενημένον τῆς ἁλώσεως. ταῦτα μὲν οὖν, καίπερ ἐν ἄλλοις πραχϑέντα χρόνοις, οὐκ ἀνεπιτήδειον ἡγησάμεθα παρ᾽ ἄλληλα ϑεῖναι διὰ τὸ παράδοξον. οἱ δ᾽ οὖν Καρχηδόνιοι δενδροτομοῦντες τὴν χώραν τάφρον περιεβάλοντο τῇ στρατοπεδείᾳ· προσεδέχοντο γὰρ τὸν Διονύσιον ἥξειν μετὰ δυνάμεως πολλῆς βοηϑήσοντα τοῖς κινδυνεύουσιν. οἱ δὲ Γελῷοι τὸ μὲν πρῶτον ἐψηφίσαντο τέκνα καὶ γυναῖκας εἰς Συρακούσας ὑπεκϑέσϑαι διὰ τὸ μέγεϑος τοῦ προσδοκωμένου κινδύνου· τῶν δὲ γυναικῶν ἐπὶ τοὺς κατὰ τὴν ἀγορὰν βωμοὺς καταφυγουσῶν καὶ δεομένων τῆς αὐτῆς τοῖς ἀνδράσι τύχης κοινωνῆσαι, συνεχώρησαν. μετὰ δὲ ταῦτα τάξεις ποιησάμενοι πλείστας, κατὰ μέρος τοὺς στρατιώτας ἀπέστελλον ἐπὶ τὴν χώραν· οὗτοι δ᾽ ἐμπειρίαν ἔχοντες ἐπετίϑεντο τοῖς πλανωμένοις τῶν πολεμίων, καὶ πολλοὺς μὲν αὐτῶν καϑ᾽ ἡμέραν ἀνῆγον ζῶντας, οὐκ ὀλίγους δὲ ἀνήρουν. τῶν δὲ Καρχηδονίων ἀπὸ μέρους προσβαλλόντων τῇ πόλει καὶ τοῖς κριοῖς καταβαλλόντων τὰ τείχη γενναίως ἠμύνοντο· τά τε γὰρ ἐφ᾽ ἡμέρας πίπτοντα τῶν τειχῶν νυκτὸς ᾠκοδόμουν, συνυπηρετουσῶν τῶν γυναικῶν καὶ παίδων· οἱ μὲν γὰρ ἀκμάζοντες ταῖς ἡλικίαις ἐν τοῖς ὅπλοις ὄντες διετέλουν μαχόμενοι, τὸ δ᾽ ἄλλο πλῆϑος τοῖς
Note a pie di pagina
1 4 ταῖς om. f 8 οὖν] οἱ P 15 κατὰ om. P. καταφευγουσῶν PA 23 προσβαλόντων et καταβαλόντων o, corr. Dind. 25 ἀνῳκοδόμουν malim (XVII 48, 5)