Textus Originalis
168 DIODOR. XIII 108.
Μικρὸν δὲ τῆς εἰρήνης ὕστερον ἐτελεύτησε Δαρεῖος ὁ τῆς Ἀσίας βασιλεύς, ἄρξας ἔτη ἐννεακαίδεκα, τὴν δ᾽ ἡγεμονίαν διεδέξατο τῶν υἱῶν ὁ πρεσβύτατος Ἀρταξέρξης καὶ ἦρξεν ἔτη τρία πρὸς τοῖς τεσσαράκοντα. καϑ' ὃν δὴ χρόνον καὶ Ἀντίμαχον τὸν ποιητὴν Ἀπολλόδωρος ὁ Ἀϑηναῖός φησιν ἠνθηκέναι. Κατὰ δὲ τὴν Σικελίαν Ἰμίλκων ὁ τῶν Καρχηδονίων ἀφηγούμενος ἀρχομένου τοῦ ϑέρους τὴν μὲν τῶν Ἀκραγαντίνων πόλιν κατέσκαψε, τῶν δ᾽ ἱερῶν, ὅσα μὴ καλῶς ὑπὸ τοῦ πυρὸς ἐδόκει διεφϑάρϑαι, τὰς γλυφὰς καὶ τὰ περιττοτέρως εἰργασμένα περιέκοψεν· αὐτὸς δ᾽ ἀναλαβὼν ἅπασαν τὴν δύναμιν ἐνέβαλεν εἰς τὴν τῶν Γελῴων χώραν. ἐπελθὼν δὲ ταύτην πᾶσαν καὶ τὴν Καμαριναίαν, πλῆρες ἐποίησε τὸ στράτευμα παντοίας ὠφελείας. μετὰ δὲ ταῦτα ἐπὶ Γέλαν πορευϑεὶς παρὰ τὸν ὁμώνυμον ποταμὸν τῇ πόλει κατεστρατοπέδευσεν. ἐχόντων δὲ τῶν Γελῴων ἐκτὸς τῆς πόλεως Ἀπόλλωνος ἀνδριάντα χαλκοῦν σφόδρα μέγαν, συλήσαντες αὐτὸν ἀπέστειλαν εἰς τὴν Τύρον. τοῦτον μὲν οἱ Γελῷοι κατὰ τὸν τοῦ ϑεοῦ χρησμὸν ἀνέϑηκαν, οἱ δὲ Τύριοι καϑ' ὃν καιρὸν ὕστερον ὑπ᾽ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐπολιορκοῦντο, καϑύβριζον ὡς συναγωνιζόμενον τοῖς πολεμίοις· Ἀλεξάνδρου δ᾽ ἑλόντος τὴν πόλιν, ὡς Τίμαιός φησι, κατὰ τὴν ὁμώνυμον ἡμέραν καὶ τὴν αὐτὴν ὥραν ἐν ᾗ Καρχηδόνιοι τὸν Ἀπόλλωνα
Note a pie di pagina
1 1 σαράκοντα P 9 Ἰμίλκων PA, Ἀμίλκος FK, Ἰμίλκας C 12 καλῶς] παντελῶς Rhod., ὅλως Wurm, τελέως Cobet 16 Καμάριναν o, corr. Wess. 22 οἱ μὲν Dind. 23 τοῦ om. P