Textus Originalis

Ol. 93, 4 : 405 a. Chr. 171

Ol. 93, 4 : 405 a. Chr. 171

διεῖλεν, ἓν μὲν τάγμα ποιήσας τῶν Σικελιωτῶν, οἷς προσέταξεν ἐν ἀριστερᾷ τὴν πόλιν ἔχοντας ἐπὶ τὸν χάρακα τῶν ἐναντίων πορεύεσϑαι· τὸ δ᾽ ἕτερον τάγμα συμμάχων καταστήσας ἐκέλευσεν ἐν δεξιᾷ τὴν πόλιν ἔχοντας ἐπείγεσϑαι παρ᾽ αὐτὸν τὸν αἰγιαλόν· αὐτὸς δ᾽ ἔχων τὸ τῶν μισϑοφόρων σύνταγμα διὰ τῆς πόλεως ὥρμησεν ἐπὶ τὸν τόπον, οὗ τὰ μηχανήματα τῶν Καρχηδονίων ἦν. καὶ τοῖς μὲν ἱππεῦσι παρήγγειλεν, ἐπειδὰν ἴδωσι τοὺς πεζοὺς ὡρμημένους, διαβῆναι τὸν ποταμὸν καὶ τὸ πεδίον καϑιππάζεσϑαι, κἂν μὲν ὁρῶσι τοὺς ἰδίους προτεροῦντας, συνεπιλαμβάνεσϑαι τῆς μάχης, ἂν δ᾽ ἐλαττωμένους, δέχεσϑαι τοὺς ϑλιβομένους· τοῖς δ᾽ ἐν ταῖς ναυσὶ παρήγγειλε πρὸς τὴν τῶν Ἰταλιωτῶν ἔφοδον τῇ παρεμβολῇ τῶν πολεμίων ἐπιπλεῦσαι. εὐκαίρως δ᾽ αὐτῶν ποιησάντων τὸ παραγγελϑέν, οἱ μὲν Καρχηδόνιοι πρὸς ἐκεῖνο τὸ μέρος παρεβοήϑουν, ἀνείργοντες τοὺς ἐκ τῶν νεῶν ἀποβαίνοντας· καὶ γὰρ οὐδ᾽ ὠχυρωμένον τὸ μέρος εἶχον ἅπαν τὸ παρὰ τὸν αἰγιαλὸν τῆς στρατοπεδείας· οἱ δ᾽ Ἰταλιῶται κατὰ τοῦτον τὸν καιρὸν παρὰ τὴν ϑάλατταν τὸ πᾶν διανύσαντες ἐπέϑεντο τῇ παρεμβολῇ τῶν Καρχηδονίων, τοὺς πλείστους εὑρόντες παραβεβοηϑηκότας ἐπὶ τὰς ναῦς· τοὺς δ᾽ ἐπὶ τούτου τοῦ μέρους ὑπολελειμμένους τρεψάμενοι παρεισέπεσον εἰς τὴν στρατοπεδείαν.

Note a pie di pagina

1 2 ἐν add. Reiske ἀριστερὰ P 4 καταστήσας] οὓς add. Reiske ἐκέλευε A, ἐκέλευσε c ἐν add. Reiske δεξιὰ P 5 παρὰ τὸν αἰγιαλὸν Dind. — 9 ἴδωσι] εἰδὼσ P 12 ἠλαττωμένους O-PA (c. 110, 7) 20 τῆς στρατοπεδείας ante τὸ μέρος posuit Reiske 21 παρὰ τ. ϑ. τὸ πᾶν cf. XIV 104, 1] τὸν παρὰ τ. ϑ. τόπον Reiske