Textus Originalis
172 DIODOR. XIII 110. 111.
οὗ γενηϑέντος οἱ Καρχηδόνιοι τῷ πλείστῳ μέρει τῆς δυνάμεως ἐπιστρέψαντες καὶ πολὺν διαγωνισάμενοι χρόνον μόγις ἐξέωσαν τοὺς ἐντὸς τῆς τάφρου βιασαμένους. οἱ δὲ Ἰταλιῶται τῷ πλήϑει τῶν βαρβάρων καταπονούμενοι κατὰ τὴν ἀναχώρησιν εἰς τὸ τοῦ χάρακος ἀπωξυμμένον ἐνέπιπτον, οὐκ ἔχοντες βοήϑειαν· οἵ τε γὰρ Σικελιῶται διὰ τοῦ πεδίου πορευόμενοι καϑυστέρουν τῶν καιρῶν, οἵ τε μετὰ Διονυσίου μισϑοφόροι μόγις διεπορεύοντο τὰς κατὰ τὴν πόλιν ὁδούς, οὐ δυνάμενοι κατὰ τὴν ἰδίαν προαίρεσιν ἐπισπεῦσαι. οἱ δὲ Γελῷοι μέχρι τινὸς ἐπεξιόντες ἐπεβοήϑουν κατὰ βραχὺν τόπον τοῖς Ἰταλιώταις, εὐλαβούμενοι λιπεῖν τὴν τῶν τειχῶν φυλακήν· διόπερ ὑστέρουν τῆς βοηϑείας. οἱ δὲ Ἴβηρες καὶ Καμπανοὶ μετὰ τῶν Καρχηδονίων στρατευόμενοι, καὶ βαρεῖς ἐπικείμενοι τοῖς ἀπὸ τῆς Ἰταλίας Ἕλλησι, κατέβαλον αὐτῶν πλείους τῶν χιλίων. τῶν δ᾽ ἐν ταῖς ναυσὶν ἀνειργόντων τοξεύμασι τοὺς διώκοντας, οἱ λοιποὶ μὲν ἀσφαλῶς διεσώϑησαν πρὸς τὴν πόλιν. ἐκ δὲ θατέρου μέρους οἱ Σικελιῶται πρὸς τοὺς ἀπαντήσαντας Λίβυας διαγωνισάμενοι συχνοὺς μὲν αὐτῶν ἀνεῖλον, τοὺς δ᾽ ἄλλους εἰς τὴν στρατοπεδείαν συνεδίωξαν· τῶν δὲ Ἰβήρων καὶ Καμπανῶν, ἔτι δὲ Καρχηδονίων, παραβοηϑησάντων τοῖς Λίβυσι, περὶ ἑξακοσίους ἀποβαλόντες πρὸς τὴν πόλιν ἀπεχώρησαν. οἱ δ᾽ ἱππεῖς ὡς εἶδον τοὺς ἰδίους ἡττημένους, καὶ αὐτοὶ πρὸς τὴν πόλιν ἀπῆλθον, ἐπικειμένων αὐτοῖς τῶν πολεμίων.
Note a pie di pagina
1 7 ἀπὸξυμμένον PA, ἀπωχυρωμένον Reiske 10 μόλις c 16 τῶν om. P 21 ἡττωμένους f