Textus Originalis
DIODOR. XIV.
Τάδε ἔνεστιν ἐν τῇ τεσσαρεσχαιδεκάτῃ τῶν Διοδώρου βύβλων. Κατάλυσις ἐν Ἀϑήναις τῆς δημοκρατίας καὶ κατάστασις ἀνδρῶν τριάκοντα. Παρανομία τῶν τριάκοντα ἀνδρῶν εἰς τοὺς πολίτας. Ὡς Διονύσιος ὁ τύραννος ἀκρόπολιν κατασκευάσας διεμέρισε τὴν πόλιν καὶ τὴν χώραν τοῖς πλήθεσιν. Ὡς Διονύσιος παραλυομένην τὴν τυραννίδα παραδόξως αὐτὴν ἀνεκτήσατο. Ὡς Λακεδαιμόνιοι διῴκησαν τὰ κατὰ τὴν Ἑλλάδα. Ἀλκιβιάδου θάνατος, καὶ Κλεάρχου τοῦ Λάκωνος τυραννὶς ἐν Βυζαντίῳ καὶ κατάλυσις. Ὡς Λύσανδρος ὁ Λακεδαιμόνιος ἐπιβαλόμενος καταλῦσαι τοὺς ἀφ᾽ Ἡρακλέους ἀπέτυχεν. Ὡς Διονύσιος Κατάνην μὲν καὶ Νάξον ἐξηνδραποδίσατο, Λεοντίνους δὲ μετῴκισεν εἰς Συρακούσας. Κτίσις Ἀλαίσης ἐν τῇ Σικελίᾳ. Λακεδαιμονίων πρὸς Ἠλείους πόλεμος. Ὡς Διονύσιος τὸ πρὸς τοῖς Ἑξαπύλοις τεῖχος κατεσκεύασεν. Ὡς Κῦρος στρατεύσας ἐπὶ τὸν ἀδελφὸν ἀνῃρέθη. Ὡς Λακεδαιμόνιοι τοῖς κατὰ τὴν Ἀσίαν Ἕλλησι ἐβοήθησαν.
Note a pie di pagina
1 Huius argumenti variae lectiones quas novimus omnes redeunt ad PJL. — 2 ἀνδρῶν A P, τριάκοντα ἀνδρῶν c 7 αὐτὴν] αὖτις aut del. Reiske 9 Κλεάρχου] λεάρχου P 16 ἡλίους P